Lucian's Dialogues prepared for schools
Part 9
ἀντιθέσεις καὶ παρισώσεις· ὀνόματα ταῦτα ῥητορικά. ἡ μὲν ἀντίθεσις ἀντικειμένη λέξις· ἀντίκειται γὰρ ἃ ἀντιτίθεμεν. _ἀντίθεσις_ αὕτη, ἐν ᾗ ἑκατέρῳ τῷ κώλῳ τῆς λέξεως ἢ πρὸς ἐναντίῳ ἐναντίον σύγκειται ἢ ταὐτὸ ἐπέζευγκται τοῖς ἐναντίοις, οἷον “ἀμφοτέρους δ᾽ ὤνησαν, καὶ τοὺς ὑπομείναντας καὶ τοὺς ἀκολουθήσαντας· τοῖς μὲν γὰρ πλείω τῆς οἴκοι προσεκτήσαντο, τοῖς δὲ ἱκανὴν τὴν οἴκοι κατέλιπον”. _παρίσωσις_ δ᾽ ἐὰν ἴσα τὰ κῶλα· οἷον “ἢ διὰ χρημάτων ἀπορίαν, ἢ διὰ πολέμου μέγεθος”. ἡ δὲ _περίοδος_ λέξις ἔχουσα ἀρχὴν καὶ τελευτὴν αὐτὴν καθ᾽ αὐτήν, καὶ μέγεθος εὐσύνοπτον.
3. βαρβαρισμός· τοιαύτη λέξις οἵᾳ χρῷντο ἂν οἱ βάρβαροι. φοβοῦμαι μὴ ἡμεῖς οἱ Ἄγγλοι πολλάκις χρώμεθα βαρβαρισμοῖς· τί γὰρ ἂν πάθοιμεν;
5. ἤν· ἰδού, ὅρα.
6. ἀπόγεια· τὰ πείσματα τὰ ἀπηρτημένα ἀπὸ γῆς.
8. εὐπλοῶ· ἔχω πλοῦν οὔριον. τὸ δ᾽ εὐπλοῶμεν εὐχή.
10. δεδῃωμένος· δῃοῦσιν οἱ πολέμιοι κατατέμνοντες τὸν σῖτον ἐν πολεμίᾳ γῇ.
15. πολυτελής· πλούσιος.
17. κατειλήσας· κατακαλυψάμενος.
18. ἕωθεν· ἅμ᾽ ἕῳ· ὄρθριος.
21. ἔσπευσα· κατὰ τάχος ἦλθον, δρόμῳ τρέχων.
22. κραυγή· οἰμωγή, ψόφος μετὰ θορύβου.
26. ἐκκλησίᾱ· σύλλογος πολιτῶν πρὸς τό τε λέγειν καὶ τὸ διακρίνειν ὅ τι ποιητέον. δίκαιος δὲ μετέχειν τῆς ἐκκλησίας πᾶς τις τῶν πολιτῶν, οὐχ οἱ χειροτονητοὶ μόνοι ὥσπερ παρ᾽ ἡμῖν.
to be held together / sich zusammenhalten, sich verbinden 27. συνέχεται ὡς αἰχμάλωτος δή· ἐμίσουν γὰρ τὸν ἄνθρωπον πάντες.
29. ἀφθόνως· πολλοῖς δηλαδή.
Page 54. 1. Σικνὼν πόλις ἐγγὺς τῆς Κορίνθου.
ἐπιτάφιος λόγος ἐλέγετο ἐπὶ τῷ τεθνηκότι.
5. καθ᾽ ἡσυχίᾱν· ἡσύχως.
7. ὠρύομαι (ῡ)· ὑλακτῶ, βαΰζω.
8. τύπτομαι· κόπτομαι· οὕτω ποιοῦσιν οἱ θρηνοῦντες, κόπτοντες τὰ στήθη.
9. θάπτωσι· εἰκὸς γὰρ δὴ τούς τε κύνας καὶ τοὺς κόρακας τρώγειν τὸν νεκρόν· ἀλλ᾽ οὐδὲν αὐτῷ μέλει.
10. γεννάδᾱς· γενναῖος. χρῶνται δὲ τῷ γεννάδας κατ᾽ ἔθος μετὰ γέλωτος ἢ εἰρωνείας.
11. δικαστήριον· ἐν ᾧ δικάζονται δίκας. ὅστις δὲ τῶν ἐν Ἅιδου δικαστής, καταμαθήσῃ ὕστερον.
13. μετελευσόμεθα ὡς κατακομιοῦντες.
3
20. πορθμεῖα· μισθὸς τοῦ πορθμεύειν. ἔδει δὲ τοὺς νεκροὺς ὀβολὸν δοῦναι τῷ Χάρωνι.
22. ἀνθ᾽ ὧν· ἐπειδή.
Page 55. 1. ἄγχω λαβόμενος τοῦ τραχήλου, ὥστε μηκέτι πνεῖν.
8. ὠνάμην· κέρδος ἐκτησάμην· λέγει δ᾽ εἰρωνικῶς. τὸ δὲ ῥῆμα, ὀνίνημι.
μέλλω· δεῖ, χρή· εἵμαρται.
ὑπερεκτίνω· ἀργύριον ἐκτίνω ὑπέρ τινος.
11. νεωλκῶ· ἐπὶ γῆν ἕλκω τὴν ναῦν.
17. αὐχῶ· κομπάζω.
προῖκα· ἄνευ μισθοῦ· ἀμισθί.
18. ἤντλησα· ἐν τῷ σκάφει ὕδωρ ἐστί· τοῦτο δ᾽ ἐξαντλοῦσιν ἵνα μὴ καταδύῃ τὸ πλοῖον.
20. ἐπιβάται οὗτοι, οἳ ἂν ἐπιβῶσι μὲν τῷ πλοίῳ, ναῦται δὲ μὴ ὦσιν.
24. χαρίεις· γελοῖος, κομψός.
25. Αἰακὸς εἷς ἦν τῶν ἐν Ἅιδου δικαστῶν· ἐνταῦθα δὲ φύλαξ.
26. ἐνοχλῶ· ὀχλον παρέχω, πράγματα παρέχω, ταράττω.
4
Page 56. 11. περιηγοῦμαι ὁδηγὸς ὤν, ὥσπερ δεικνὺς ξένῳ τὰ μάλιστα ἄξια ὁρᾶν.
14. κεφαλαιώδης· τὰ κεφάλαια οὐκ ἂν ἁμάρτοις λέγων τὰ μέγιστα, καὶ οἷ᾽ ἂν ἀσμένως ἴδοι τις.
15. διαπερῶ καὶ διαπορευόμενος καὶ διαπορθμεύων· ἐνταῦθα δὲ πότερον εἰκὸς λέγειν;
16. Πυριφλεγέθων· ποταμὸς ἐν Ἅιδου πυρὸς μεστός.
17. πυλωρὸς φυλάττει τὰς πύλας.
18. Ἐρινῦς· αἱ Ἐρινύες διώκουσι τοὺς φονέας καὶ δίκην λαμβάνουσιν.
19. ἔνδοξος· ἐν δόξῃ ὤν· κλεινός· μεγάλου ἀξιώματος.
20. Ἀγαμέμνων τε καὶ οἱ ἄλλοι ἥρωες ἦσαν, περὶ ὧν ἐποίησεν ὁ Ὁμηρος· οὐ γάρ;
23. ῥαψῳδίᾱ· οἱ ῥαψῳδοὶ ᾖδον τὰ τοῦ Ὁμήρου.
24. χαμαί· ἐπὶ τῆς γῆς, κάτω.
25. ἀμενηνὰ κάρηνα· ἀσθενεῖς κεφαλαί· ἡ δὲ λέξις τοῦ Ὁμήρου.
27. Κῦρον μὲν οἶσθα που βασιλέα ὄντα τῶν Μήδων, _Κροῖσον_ δὲ τῆς Λυδίας, Ἀσσυρίων δὲ _Σαρδανάπαλλον_, τῆς δὲ Φρυγίας _Μίδαν_, πάντας γενομένους πλουσιωτάτους· καὶ δὴ καὶ τὸν _Ξέρξην_ τίς οὐκ οἶδε καταστρέψαντα τὴν Ἑλλάδα; ζητητέον μέντοι ἐν τῷ λεξικῷ περὶ τούτων.
Page 57. 3. φρίττω· φοβοῦμαι, ὥστε ὀρθὰς ἀναστῆναι τὰς τρίχας ἁπάσας κατὰ τὸ σῶμα.
ἐζεύγνῡ μὲν τὸν Ἑλλήσποντον ποιήσας τὴν γέφυραν ἐκείνην· ἔπλει δὲ διὰ τῶν ὀρῶν ποιήσας τὴν διώρυχα τὴν ἐπ᾿ Ἄθω.
6. ἐπὶ κόρρης· τὴν κόρρην ἴδοις ἂν ἑκατέρωθε τοῦ μετώπου· κρόταφοι δ᾽ οὗτοι· τύπτει δέ τις ἐπὶ κόρρης ὅταν καθίκηται ὑπτίᾳ τῇ χειρί.
ἐπίτρεψον· ἔασον.
7. διαθρύπτω· θραύω, ῥήγνυμι.
9. προσπτύω (ῡ) ἀφιεὶς πτύσμα ἐκ τοῦ στόματος.
13. Πῡθαγόρᾱς φιλόσοφος ἦν ἐν τοῖς κλεινότατος· δόγμα δ᾽ ἦν αὐτοῦ, ὅτι αἱ ψυχαὶ τῶν τ᾽ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων μετὰ τὸν θάνατον εἰς ἄλλα σώματα ἐνδύεται. ἔφασκε γοῦν τὴν ἑαυτοῦ ψυχὴν πάλαι πεφυκέναι ἐν τῷ τοῦ Εὐφόρβου σώματι· ὁ δ᾽ Εὔφορβος ἥρως ἦν τῶν Τρωικῶν. τεκμήριον δέ· ἰδὼν γὰρ ἐν τῷ τῆς Ἥρας ἱερῷ τῷ ἐν Ἄργει ἀσπίδας ἀνακειμένας εὐθὺς ἐπέγνω τὴν τοῦ Εὐφόρβου, ἥτις εἴη.
17. χρυσοῦς ἦν ὁ μηρός, κατὰ τὰ λεγόμενα· ὁ δὲ μηρὸς τὸ ἄνω μέρος τοῦ σκέλους, μεταξὺ ὂν τοῦ τε γόνατος καὶ τοῦ ἰσχίου.
20. κυάμους· καὶ γὰρ ἀπηγόρευεν ὁ Πυθαγόρας κυάμους μὴ ἐσθίειν. πρὸς τί μέντοι λέγει τοῦτο, ἄλλα τε λέγουσιν οἱ ἑρμηνευταὶ καὶ ὅτι ἔοικε κεφαλαῖς τοκέων.
22. τοκήων· τοκέων· ἰωνικῶς ὁ Πυθαγόρας.
24. Σόλων· νομοθέτης Ἀθηναῖος.
Θαλῆς φιλόσοφος Μιλήσιος.
25. Πιττακὸς τύραννος Μυτιλήνης· ἦν δὲ καὶ οὗτος τῶν ἑπτά, σοφωτάτων ὄντων.
27. μόνοι τῶν ἄλλων· φαιδροὶ μὲν οὗτοι, οἱ δ᾽ ἄλλοι οὔ.
28. σποδός· κόνις.
ἐγκρυφίᾱς ἄρτος· ὁ ἐν τῇ σποδῷ ὠπτημένος· κεκρυμμένος γὰρ ἦν ἐν ᾧ ὠπτᾶτο.
29. φλύκταινα ἐπιγίγνεται ἐάν τις καύσῃ τὸν χρῶτα· ἔστι δὲ δέρμα μὲν ἔξω, ὕδωρ δ᾽ ἔνδον. οὗτος δ᾽ ἐξηνθηκὼς ἦν, ἐπεὶ αἱ φλύκταιναι ἐπῆσαν ὥσπερ ἄνθη.
Page 58. 1. ἡμίεφθος· ἐὰν μέν τι εἰστιθῇς εἰς ὕδωρ, τὸ δ᾽ ὕδωρ ζέῃ, ἕψεις τὸ ἐνόν· ὁ οὖν Ἐμπεδοκλῆς ἔρριψεν ἑαυτὸν εἰς τοὺς κρατῆρας τῆς Αἴτνης· ὥστ᾽ εἰκὸς αὐτὸν φαίνεσθαι ἐν Ἅιδου ὥσπερ ἡμίεφθον.
3. χαλκόπους· διὰ τὸ χαλκᾶ φορεῖν πέδιλα.
τί παθών· ἐκ τίνος ὀργῆς· ἄλλο δέ τι τὸ τί μαθών, τίνι λόγῳ πειθόμενος.
7. κόρυζα καταρρεῖ ἐκ τῆς ῥινός, ὅταν νοσῶμεν διὰ τὸ ψῦχος· οἱ δὲ ἀνόητοι καὶ μῶροι τὸ αὐτὸ πάσχουσιν, ἅτε ἀκρατεῖς ὄντες τοῦ ῥεύματος. ἐνταῦθα οὖν σημαίνει τὴν ἐσχάτην μωρίαν· ὦφλε γὰρ μωρίαν ὁ Ἐμπεδοκλῆς οὕτως ἀποθανών, ὡς θεός τις δὴ δόξων.
αὐταῖς κρηπῖσιν· μετὰ τῶν πεδίλων. λέγεται δὲ θάτερον τῶν πεδίλων καταλειφθῆναι ἐπὶ τοῦ τῶν κρατήρων χείλους, καὶ διὰ τοῦτο φανερὸν γενέσθαι ὅπως ἀπέθανεν.
8. σόφισμα· τέχνη, ἀπάτη.
9. ἐφωράθης (ᾱ)· ἐξηυρέθης, φανερὸς ἐγένου τεθνηκώς· ᾤετο γὰρ ὁ ἄνθρωπος λήσειν ἀποθανών, ὥστε δοκεῖν ἀναπεπτάσθαι εἰς τὸν οὐρανόν.
11. Νέστωρ· γέρων παρ᾽ Ὁμήρῳ, λαλίστατος ὤν.
Παλαμήδης· σοφός τις καὶ δεινὸς ἐξευρεῖν θαυμάσια· ἦν δὲ καὶ οὗτος τῶν Τρωικῶν.
17. γνώρισμα· σημεῖον ᾧ γιγνώσκεταί τι.
18. σῑμός· ὃς ἂν τὴν ῥῖνα ἔχῃ ἀνατετραμμένην, ὥσπερ χοῖρος ἢ ἀνὴρ Αἰθίοψ. κατατακείσης δὲ τῆς σαρκός, τίς οὐχὶ σιμός; ὅμοια γὰρ τὰ κρανία.
24. βαδίσματα· ὅπως βαδίζουσιν. ἴσθι γὰρ τοὺς φιλοσόφους θαυμασίως ὡς σεμνῶς βαδίζοντας.
25. ἄκροι· ἄριστοι.
27. Ἀρίστιππος· μαθητὴς μὲν Σωκράτους, αὐτὸς δὲ πρῶτος τῶν Κυρηναϊκῶν λεγομένων.
28. Πλάτων ἀπεδήμει παρὰ Διονυσίῳ τῷ Συρακουσῶν τυράννῳ· διὰ τοῦτ᾽ ὀνειδίζει αὐτὸν ὁ Λουκιανὸς ὡς θεραπεύοντά τε καὶ κολακεύοντα· οὐκ ὀρθῶς λέγων.
ἀποπνέων· ὄζων· τὸ γὰρ πνεῦμα ὦζε μύρου, ἡ δ᾽ ὀσμὴ ἡ τοῦ μύρου ἡδίστη.
Page 59. 6. καὶ ταῦτα· καί περ.
7. εἰρωνείᾱ· ὁ εἰρωνεύων ἄλλα μὲν λέγει, ἄλλα δὲ βούλεται.
9. _Χαρμίδης_ καὶ _Φαῖδρος_ φίλω Σωκράτους· ὁ δὲ τοῦ Κλεινίου, Ἀλκιβιάδης, μαθητής ποτε γενόμενος.
12. ὀλιγωρῶ· καταφρονῶ· ἐν ὀλιγωρίᾳ ποιοῦμαι· ὀλίγωρός εἰμι.
5
ἡ Ταντάλου ποινὴ δεδήλωται ἐν τῷ ἐνδεκάτῳ τῆς Ὀδυσσείας. τίς δ᾽ οὐκ ἂν ἡδέως ἀναγνοίη μῦθον οὕτω καλόν;
23. ὀδύρῃ (ῡ)· οἰμώζεις.
24. δίψα· τὸ δίψος. διψῇ δέ τις ἐὰν βούληται πίνειν.
25. ἀργός· νωθρός· ῥᾴθυμος. ὁ μηδὲν ἐργαζόμενος, οὗτος δὴ ἀργός. εἴθε γὰρ μὴ σύ γ᾽ ἀργὸς εἴης, ὦ παῖ.
26. κοῖλος· τοιοῦτο δὴ τὸ σχῆμα, οἷον τοῦ ποτηρίου· τοῦτο γὰρ κοῖλον. ἔχε γὰρ ὑπτίαν τὴν χεῖρα· ἰδού, κοίλη χείρ.
Page 60. 3. οὐ φθάνω κτλ. πρὶν καὶ βρέξαι τὸ χεῖλος, διαρρεῖ διὰ τῶν δακτύλων.
βρέχω· ὑγρὸν ποιῶ.
5. ξηρός· τοὐναντίον τοῦ ὑγροῦ.
8. πεινῆν· πεινῶμεν ὅταν βουλώμεθα ἐσθίειν. αὕτη δὲ ἡ πεῖνα.
11. κόλασις· ποινή, καταδίκη. κολάζεται γὰρ ὁ ἁμαρτών, δίκην διδούς.
15. ἐνδείᾳ· ἐνδεής ἐστί τις, ἐὰν δέηταί τινος, μὴ ἔχων ἀλλὰ ζητῶν ἔχειν.
ποτόν· πόσις· ὅ τι ἂν πίνωμεν, ποτόν.
21. ἄκρατος· οὐ κεκραμένος μεθ᾽ ὕδατος.
ἐλλέβορος· φυτόν, ἐξ οὗ φάρμακον ἐποίουν τοῖς μαινομένοις.
22. λυττῶ· ἡ λύττα μανία ἐστίν.
24. ἀναίνομαι· ὀκνῶ· οὐκ ἐθέλω. ἀπαγορεύω.
6
Page 61. περὶ μὲν τοῦ θ᾽ Ὑακίνθου καὶ τοῦ Ναρκίσσου καὶ τῆς Λήδας ἤδη εἴρηται· ὁ δὲ Νιρεὺς κάλλιστος ἦν πάντων ὅσοι ὑπὸ Τροίαν ἦλθον· ὁ μέντοι Ἀχιλλεὺς καὶ αὐτὸς πάνυ καλός. καὶ ἡ μὲν Τυρὼ ἔνδοξος ἦν διὰ τὸ κάλλος· τὴν δ᾽ Ἑλένην τίς οὐκ οἶδε καλλίστην ἀνθρώπων γενομένην;
3. ξεναγεῖ τις ἄγων τοὺς ξένους ἡγεμὼν ὤν, καὶ δεικνύων ἕκαστα.
νέηλυν· νεωστὶ κατελθόντα.
7. τὰ κάλλη· καλοί τε καὶ καλαί.
15. ἐπληρώθησαν· οἱ ναῦται πληροῦσι τὴν ναῦν· δι᾽ ὅπερ καλοῦνται πλήρωμα.
18. ἀνάστατοι κτλ. διεφθάρησαν· οἱ γὰρ νικήσαντες ἀνιστᾶσι τοὺς πρὶν πολίτας, καὶ δουλώσαντες αὐτοὺς ἀποπέμπουσιν ἄλλοσέ ποι.
20. ἀνεμέσητον· οὐ νέμεσις· οὐκ ἂν θαυμάζοι οὐδείς, οὐδ᾽ ἂν θεοὶ ὀργισθεῖεν τῷ τοιούτῳ· εἰκὸς γάρ.
21. ἄλγεα· ἄλγη· στίχος οὗτος Ὁμηρικός.
23. βαφή· χρῶμα. βάπτοντες γὰρ βαφῇ οἱ βαφῆς ἀλλοιοῦσι τὰ χρώματα.
26. συνίεσαν· ᾔδεσαν, ἠπίσταντο.
ὀλιγοχρόνιος· διατελῶν ὀλίγον χρόνον, ζῶν οὐ μακρὸν βίον.
27. ἀπανθῶν· ἀπολλὺς τὸ ἄνθος.
Page 62. 2. ἐπιλέγομαι· αἱροῦμαι.
7
6. Πλούτων· Ἅιδης· βασιλεὺς μὲν τυγχάνει ὢν τῶν κάτω, Διὸς δὲ ἀδελφός. καλεῖται δὲ Πλούτων, οἶμαι, ἐπεὶ ὅ τ᾽ ἄλλος πλοῦτος καὶ χρυσὸς ἐν τῇ γῇ κεῖται.
7. παροικῶ· οἰκῶ ἐγγύς· γείτων εἰμί.
9. ὁμόνεκρος· νεκρὸς ἅμα μεθ᾽ ὑμῶν.
14. ἀνδράποδον· δοῦλος. ὁ γὰρ ἀνδραποδιστὴς ἀνδραποδίζων βίᾳ ἀφαρπάζει τοὺς ἐλευθέρους καὶ δουλοῖ.
19. μῑσῶ· τοὐναντίον τῷ ἀγαπῶ.
20. ὀλέθριος· κάκιστος· ἄξιος ὀλέθρου.
ἀπέχρησεν· ἅλις ἦν, ἱκανὸν ἦν.
21. περιέχομαι· ἀντέχομαι, ἀσπάζομαι, φιλῶ.
22. ἀνῑῶν· λυπῶν.
24. στέρομαι· ἐνδεὴς εἰμί· οὐκ ἔχω.
25. μωραίνω· μῶρός εἰμι.
ὁμόψηφος· ψηφιζόμενος ταὐτά· ὁμόψηφος δ᾽ ὁ Πλούτων ἐὰν ὁμολογῇ ἐκείνοις καὶ ἐπαινέσῃ ἃ λέγουσιν.
26. στεναγμός· στόνος· τὸ στένειν.
Page 63. 1. στασιάζειν· στάσιν ἐμποιεῖν.
4. οὕτω κτλ. οὔ φημι παύσεσθαι.
9. προσκυνεῖσθαι· τοὺς θεοὺς προσκυνοῦμεν. οὗτοι δ᾽ ἔδοξαν αὐτοὶ ἑαυτοῖς θεοὶ εἶναι.
ἐντρυφῶ· καταγελῶ, ἐπισκώπτω.
10. τὸ παράπαν· παντελῶς· τὸ πᾶν.
11. οἰμώξεσθε· κλαύσεσθε.
ἀφῃρημένοι· ἐστερημένοι· ἐνδεεῖς ὄντες.
12. κτήματα ὅσα κέκτηταί τις, ὅσ᾽ ἔχει.
17. τὸ γνῶθι σαυτόν· γνώμη αὕτη Σόλωνος· πῶς γὰρ οὐ χρὴ πάντα τινὰ γνῶναι ἑαυτόν, οἷός ἐστιν;
18. πρέπει· οἰκεῖόν ἐστιν· ἁρμόττει· εὖ ἔχει.
8
ὁ μὲν Τροφώνιος, ἀδελφὸς Ἀγαμήδους, ἀποθανὼν ἥρως ἐγένετο, χρηστήριον δ᾽ εἶχεν ἐν Λεβαδείᾳ τῆς Βοιωτίας· Ἀμφίλοχος δ᾽ ὁ Ἀμφιαράου συνέπλει ἐπὶ τὴν Τροίαν· καὶ οὗτος ἀποθανὼν ἐσέβετο ὡς ἥρως ὤν.
21. κατηξιώθητε· ἄξιοι ἐδόξατε.
23. ὑπειλήφασιν· νενομίκασιν. ἔδοξεν αὐτοῖς οὕτως ἔχειν.
25. δοξάζω· δοκῶ, νομίζω.
Page 64. 2. προειδώς· εἰδὼς πρὶν καὶ γενέσθαι.
5. ἀποκριτέον· δεῖ ἀποκρίνεσθαι.
6. μαντεύομαι· ὁ μάντις μαντεύεται, ἑρμηνεύων τὰ τῶν θεῶν καὶ προλέγων τὰ μέλλοντα.
κατέλθῃ εἰς τὸ ἄντρον ἐν ᾧ ἦν τὸ χρηστήριον· ἦν γὰρ ἐν τῷ μαντείῳ χάσμα τῆς γῆς, ἐοικὸς κριβάνῳ· τὸ δὲ βάθος ἄν τις εἰκάζοι ὀκτὼ σχεδὸν εἶναι πήχεων. καὶ ἐπειδάν τις ἔλθῃ, κλίμακα κομίζουνσιν αὐτῷ. καταβάντι δ᾽ ἐστὶν ὀπή, εὐρεῖα μὲν δύο σπιθαμάς, ὑψηλὴ δὲ μίαν. ὁ κατιὼν οὖν κατακλίνει ἑαυτὸν πρὸς τὸ ἔδαφος, μάζας ἔχων ἐν χεροῖν μεμαγμένας μέλιτι, καὶ τοὺς πόδας προεμβάλλει εἰς τὴν ὀπὴν μέχρι τῶν γονάτων· καὶ δὴ καὶ εὐθὺς ἐφειλκύσθη τὸ λοιπὸν σῶμα ὥσπερ ποταμοῦ καταφέροντος. τὰ δὲ μετὰ ταῦτα ἐν ἀρρήτοις· μανθάνουσι μέντοι τὰ μέλλοντα ἁμωσγέπως.
10. ἐσταλμένος· στολὴν ἔχων· ἐνδεδυμένος.
ὀθόναι· ἐσθὴς λινῆ.
14. πρὸς τῆς μαντικῆς· μαρτύρεται τὴν μαντικήν.
15. σύνθετον· συμμεμειγμένον.
18. ἡμίτομον· τὸ ἥμισυ αὐτοῦ δίχα τετμημένου.
19. χρῇ· ὁ μὲν θεὸς χρῇ, ὁ δὲ ἐρωτῶν χρῆται. τὸ δὲ χρησθέν, χρηστήριον.
9
23. λογίζομαι· ποιοῦμαι λογισμόν, ὁπόσα ἐστιν.
24. ὀφείλω ὅ τι ἂν δέῃ μ᾽ ἀποδοῦναι τῷ χρήστῃ. τὸν μὲν ὀφείλοντα ὀφειλέτην λέγοις ἄν, τὸ δ᾽ ὀφειλόμενον ὀφείλημα.
Page 65. 1. ὡρίσθαι· ἀκριβῶς βεβαιῶσθαι· τὸ γὰρ ὁρίζειν ἂν εἴη τὸ ὅρους περιιστάναι.
2. ἀπράγμων· ἄνευ πραγμάτων καὶ ὄχλου.
3. ἐντειλαμένῳ· κελεύσαντί σοι.
πέντε δραχμῶν· ἡ τίμη αὕτη.
6. Ἀϊδωνεύς· Ἅιδης.
ὠνησάμην· ἐπριάμην· ἠγόρασα.
7. τροπωτήρ· τροπός· δεσμὸς δ᾽ οὗτος ἐρετμοῦ· τούτῳ γὰρ δεδεμένη ἦν ἡ κώπῃ ἐκ τοῦ σκαλμοῦ.
9. ἀκέστρᾱ· βελόνη· στύραξ σιδηρᾶ· τῇ δ᾽ ἀκέστρᾳ χρώμενος ῥάπτοις ἄν τὸ ἱστίον.
12. κηρός· αἱ μέλιτται ἐν τοῖς σίμβλοις ἀποτιθέασι μὲν μέλι, ποιοῦσι δὲ καὶ κηρόν.
ἐπιπλάσαι· τὸ ἐπιπλάττειν οὐ πολὺ διαφέρει τοῦ ἀλείφειν.
τὰ ἀνεῳγότα· τὰς ὀπὰς λέγει καὶ τρήματα τὰ ἐν τῷ σκάφει.
13. ἧλος· πάτταλος.
καλῴδιον· κάλως οὐ παχύς.
ὑπέραν· αἱ ὑπέραι ἐξάπτονται ἐξ ἐσχάτης τῆς κεραίας ἑκατέρωθεν· ταύτας τείνοντες ἢ χαλῶντες οἱ ναῦται κινοῦσι τὸ ἱστίον.
15. ἄξια μέν, ἐὰν πρίῃ μισθοῦ μικροῦ· τίμια δ᾽, ἐὰν πολλοῦ.
18. λοιμός· νόσος ἐπιδήμιος καὶ δεινή.
19. ἁθρόοι· πολλοὶ ἅμα γενόμενοι.
20. ἀποκερδαίνω· πλεονεκτῶ· κέρδος ἔχω.
παραλογίζομαι· οὐκ ὀρθῶς λογίζομαι· καὶ γὰρ ἂν λάθοι πλεονεκτήσας, πολλῶν κατελθόντων, εἰ κλέψαι τι, μηδὲ πάντα τὰ πορθμεῖα ἀποδοίη τῷ δεσπότῃ.
21. καθεδοῦμαι· μέλλω καθίζεσθαι.
25. παρατείνω· μηκύνω· ἀναβάλλομαι. μέλλω συχνὸν χρόνον.
28. ἀνάπλεως· πλήρης, μεστός, πλησθείς.
ὁ τραυματίᾱς τραυματισθείς τις ἂν εἴη· τραυματίζομεν δὲ παίοντες ξίφεσιν ἢ λίθοις ἢ τοῖς τοιούτοις.
Page 66. 1. ἐξῳδηκώς· οἰδεῖ τις τὴν γαστέρα ὅταν μεγάλη καὶ παχεῖα γένηται ἡ γαστήρ. ὁ δὲ τοιοῦτος ἂν καλοῖτο γάστρις ἢ γάστρων· οὗτοι δ᾽ ἐξῳδηκότες ἦσαν οὐ διὰ τὴν τρυφήν, ἀλλὰ πιόντες τὸ φάρμακον.
ὠχρός· λευκὸς τὸν χρῶτα.
5. περιμάχητος· περὶ ὧν μάχονται.
7. πικρῶς· ὠμῶς· νηλέως· ἀνοίκτως καὶ ὀργίλως.
10
9. γεγηρακώς· γηράσκων γίγνεταί τις γέρων.
11. κλῆρος· τὸ καταλειφθὲν ὅταν τις ἀποθάνῃ.
21. ἀντιποιοῦμαι· ἀξιῶ ἔχειν.
προσήκοντες· οἰκεῖοι.
23. θεραπεύω· κολακεύω· πάντα ποιῶ ὥσπερ θεράπων τις.
24. πρόδηλα κτλ. φανερὰ ἡ ἐπιβουλὴ πᾶσιν.
25. ῥᾱΐζω· ῥᾷον γενέσθαι τὸ ῥαΐζειν· λέγει μέντοι τὴν νόσον, ἐὰν κουφισθῇ ὀλίγον.
ποικίλος· δόλου καὶ ἀπάτης μεστός· οὐχ ἁπλοῦς οὐδ᾽ ὑγιής.
26. προαπιόντων· εἴθε φθάσαιεν αὐτὸν ἀποθανόντες.
27. ἐπιχάσκω· ἐπιθυμῶ σφόδρα καὶ ἱμείρω, ὥσπερ ἀνοίξας τὸ στόμα. τὸ μέντοι σχῆμα τῶν ἐσθιόντων· χανόντες γὰρ ἐγκάπτουσι τὸ ἐσθιόμενον.
Page 67. 1. γελοῖα κτλ. ἐὰν ταῦτα πάθωσιν, ἔσται γελοῖόν τι πρᾶγμα.
2. ψῡχαγωγῶ· ἄγει τὰς ψυχὰς ὅποι ἂν ἐθέλῃ, ἐξαπατῶν ἐλπίσι ματαίαις.
3. ἔρρωται· ῥώμην ἔχει· ἰσχυρός ἐστιν.
5. βόσκω· δίδωμι σῖτον, νέμω.
7. Ἰόλεως, Ἡρακλέους ἑταῖρος, καθ᾽ ἕνα τινὰ λόγον ἀποθανὼν εἶτ᾽ ἀνῆλθεν ἐξ Ἅιδου ὡς βοηθήσων τοῖς τοῦ Ἡρακλέους παισίν.
ἀνηβῶ· ἑτέραν ζωὴν ἔχω· ἀναβιώσκομαι.
8. ὀνειροποληθείς· περὶ τοῦ πλούτου ὀνειροπολοῦντες πάλαι· ὄναρ ἀπολαύοντες αὐτοῦ, οὐχ ὕπαρ.
10. ἀμέλει· μηδέν σοι μελέτω· ποιήσω γὰρ ταῦτα.
11. ἑξῆς· κατὰ κόσμον· πρῶτον, δεύτερον, τρίτον, καὶ ὡσαύτως τοὺς ἄλλους.
13. πρωθήβης· νεανίας πρώτης ἥβης. ἔστι δὲ τῶν ποιητῶν ἡ λέξις.
11
20. περιμένω· μένω ἕως ἂν ἔχω τι.
24. παραχωρῶ· ἐγὼ μὲν ἄπειμι, ἄλλος δ᾽ ἐπέρχεται.
25. νομοθετῶ· νόμους τίθεμαι.
Page 68. 1. πρὸς ἡδονήν· ἡδέως.
2. διάταξις· ὅτι οὕτως διατάττεται τὰ πράγματα, ὅτι ἔχει οὕτως.
4. ἐχρῆν εἶναι, ἀλλ᾽ οὔκ ἐστιν οὕτως.
6. ἀναστρέφεσθαι· ἔμπαλιν χωρεῖν, ἐκ τοὐναντίου· οὐ δικαίως ἂν φθάνοι ἀποθανὼν ὁ νεώτερος τὸν πρεσβύτερον.
7. ὑπέργηρως· γεραίτατος· γέρων καθ᾽ ὑπερβολήν.
μόλις· μόνον οὐκ. ὀλίγου δέω.
8. ἐπικεκῡφώς· ἐπικύπτει μὲν ὁ μὴ ὀρθὸς στάς· οὗτος δ᾽ ἐπερείδεται τοῖς θεράπουσιν.
κόρυζα μὲν ῥεῖ ἐκ τῆς ῥινός· λήμη δ᾽ ἐκ τῶν ὀφθαλμῶν· ῥεῦμα δ᾽ ἑκάτερον ὀνομάζουσιν οἱ ἰατροί.
10. ἔμψυχος τάφος· νεκρὸς ἔτι ζῶν· παράδοξον δὴ τοῦτο.
12. ἐρρωμένος· ῥώμην καὶ σθένος ἔχων. τὸ δ᾽ ἐναντίον ἄρρωστός τε καὶ ἀσθενής.
_ἄνω ποταμῶν_ χωροῦσι πηγαί· οὕτω λέγει ὁ Εὐριπίδης περὶ τὰ παρὰ φύσιν· κατὰ φύσιν γὰρ ῥεῖ ὁ ποταμὸς κάτω εἰς τὴν θάλατταν. καὶ δὴ καὶ ἄλλη ἐστὶ παροιμία τοιαύτη· ἅμαξα τὸν βοῦν ἕλκει.
14. _ἵνα μὴ ἐθεράπευον_ ὥσπερ καὶ θεραπεύουσιν.
16. συνετώτερα· σοφώτερα, βελτίω.
19. εἰσποιῶ υἱόν τινι, ἐὰν μὴ ἔχῃ κατὰ γένος· ὁ δὲ τοιοῦτος υἱὸς εἰσποιητός.
20. ὀφλισκάνω· ὀφείλω. γέλωτα δ᾽ ἂν ὄφλοι τις, ἐὰν γελοῖος ᾖ· οὕτω καὶ τὸ ὀφλισκάνειν μωρίαν καὶ ῥᾳθυμίαν καὶ δειλίαν καὶ αἰσχύνην καὶ τὰ τοιαῦτα.
πρό· πρὶν κατορύττεσθαι ἐκείνους· πρὶν ταφῆναι.
24. γρᾱῶν· γεραιὰ γυνὴ γραῦς.
28. πλάττομαι· ψεύδω· ἀπατῶ· δοκῶ μέν, ἀλλ᾽ οὔκ εἰμι. κυρίως δὲ πλάττει ὁ πλάστης τά τ᾽ ἄλλα καὶ τὰ πήλινα· αὐτίκα γὰρ ὁ κεραμεὺς λαβὼν πηλὸν πλάττει ὑδρίαν, καὶ ὁ κοροπλάστης κόρας ὥστ᾽ ἀθύρματα εἶναι ταῖς κόραις.
ἐραστής· θεραπεύων καὶ φιλῶν.
29. διαθήκη ἢ διαθῆκαι· τῇ διαθήκῃ διατιθέμεθα τὴν οὐσίαν· κατὰ δὲ τὴν διαθήκην κληρονομεῖ ὁ κληρονόμος, λαβὼν τὸν κλῆρον τὸν καταλειφθέντα, ἐπειδὰν τάχιστα ἀποθάνῃ ὁ πρότερον ἔχων.
ἀπεκλῄσθησαν· ἔξω ἦσαν.
δορυφορεῖ ὁ δορυφόρος ἔχων δόρυ· οὗτος δὲ στρατιώτης ὢν φυλάττει τὸ σῶμα τοῦ τυράννου. ἐνταῦθα κατὰ μεταφορὰν τοὺς πλεονέκτας λέγει.
Page 69. 2. ὑποπρίουσι (ῑ)· πρίουσι λάθρα· τοῦτο δὲ ποιοῦσιν οἱ ὀργιζόμενοι μέν, ἀμήχανοι δ᾽ ὄντες. ὅμοιον δὲ τὸ δάκνειν ἑαυτὸν καὶ τὸ δάκνειν στόμα.
5. μύχιος· λαθραῖος· λάθρα· ἀδήλως.
6. ὑποκρώζω· ὀλίγον κρώζω· κρώζει δὲ κυρίως ἡ ἀλεκτρυών.
αὐτίκα· εὐθύς.
7. σορός· λάρναξ ἢ κιβωτός, ἐν ᾗ ἔθαπτον τοὺς νεκρούς.
8. ὑπερβάλλομαι· νικῶ.
μεγαλοδωρίᾱ· δῶρα μεγάλα διδόναι.
9. ἄγρυπνος ἀγρυπνεῖ ἀγρυπνίᾳ· ὁ μὴ δυνάμενος καθεύδειν.
12. θαπτομένῳ· ἐν ᾧ ἐγὼ ἐθαπτόμην.
14. ζῴης· ὡς μακροτάτην ζωὴν ἔχοις· εὔχεται δὴ τοῦτο.
12
27. παράσῑτος· ὁ δειπνῶν παρὰ πλουσίῳ ἀνδρί· κόλακες δ᾽ ἦσαν οἱ τοιοῦτοι.
πλέον τοῦ ἱκανοῦ· λίαν πολύ, πλέον τοῦ δέοντος.
Page 70. 1. ἀπεπνίγην· ἀποπνίγοιτό τις ἂν εἴ τι ἐμπαγείη ἐν τῷ τραχήλῳ, ὥστε μὴ δύνασθαι πνεῖν.
10. Τῑθωνός· ἀνὴρ τῆς Ἠοῦς· ἡ δὲ θεὸς οὖσα ἀθάνατος ἦν, ὥστε ἤθελε καὐτὸς γενέσθαι ἀθάνατος· εὐχομένης οὖν τῆς Ἠοῦς, ἔδωκεν αὐτῷ ὁ Ζεὺς ἀθάνατον εἶναι. ἀλλ᾽ οὐ γὰρ ηὔξατο καὶ ὡραῖος ὢν διατελεῖν, ἐγήρασκεν ἀεὶ ὁ κακοδαίμων, καὶ ἤδη ηὔχετο ἀποθανεῖν· τοῦτο δ᾽ οὐκέτι δυνατόν, ἐπεὶ οὐκ ἀναλαμβάνουσιν οἱ θεοὶ τὰ δοθέντα.
11. σύντομος· βραχύς.
13. ζωρός· ἄκρατος· ἄνευ ὕδατος. ἔπινον μέντοι οἱ πάλαι μετὰ πολλοῦ ὕδατος τὸν οἶνον.
14. κύλιξ· ποτήριόν τι πλατύ, ἐπὶ βάθρου ἑστηκός.
20. μειρακίσκος· μειράκιον.
22. σφαλείς· ἁμαρτῶν.
23. ἀφάρμακτος· ἄνευ φαρμάκου.
24. ἐκτάδην· ἐκτεταμένος χαμαί.
ὑποβολιμαῖος· ἐάν τις ἕτερον μὲν ὑφέλῃ, ἕτερον δὲ ὑποθῇ, οὗτος δὴ ὑποβολιμαῖος. ὑπεβάλλοντο δὲ οὕτως παιδία, ὥστ᾽ ἐξαπατᾶν τοὺς τοκέας.
27. ἀστεῖος· γελοῖος, χαρίεις.
29. αἰφνίδιος· ἀπροσδόκητος.
Page 71. 4. λεωφόρος· ὁδὸς ἡ φέρουσα τὸν λεών, τοὺς πολλοὺς δηλαδή· τίς δ᾽ ἡ λεωφόρος τοῦ θανάτου;
13
Κράτης Θηβαῖος μαθητὴς ἦν τοῦ Διογένους.
9. ὁλκὰς ναῦς ἥτις φορτίον φέρει· καὶ στρογγύλη καλεῖται, ἐπεὶ μακραὶ ἦσαν οἱ πολεμικαί.
ἀνεψιός· ἀδελφῶν τέκνα ἀνεψιοί.
11. ἀνάειρε· ὡς παλαίων λέγει, αὐτὸς μὲν ἀρεῖν τε καὶ καταπαλαίσειν τὸν ἕτερον, ἐὰν μὴ ἑαυτὸν τοῦτο ποιῇ ὁ ἕτερος.
16. ἀφιείς· καταλιπών.
19. τεκμαίρομαι χρώμενος τεκμηρίοις, ὥστ᾽ εἰκάζειν ὅτι μέλλει γενήσεσθαι.
20. τὸ ὄνειρον, τὰ ὀνείρατα· ταῦτα φοιτᾷ πρὸς ἡμᾶς τῆς νυκτός, ὅταν καθεύδωμεν.
Χαλδαῖοι μάγοι καὶ γόητες καὶ δὴ καὶ ἀστρονομικοί.
21. Πύθιος Ἀπόλλων· ἐν Πυθοῖ γὰρ τὸ μαντεῖον.
22. κράτος· σθένος· ῥώμη.
23. ῥέπει μὲν ἁτέρα πλάστιγξ τῆς τρυτάνης, ἐὰν εἰστιθῇς βάρος μεῖζον τῆς ἑτέρας· αὕτη δ᾽ ἂν εἴη ἡ τῆς τρυτάνης ῥοπή.
24. πέρας· τέλος, τέρμα.
Page 72. 2. συγγενής· ὁ ἐν γένει ὤν· ὁ προσήκων.
4. Κίρρα· πόλις μικρά, οὗπερ καὶ ὁ λιμὴν τῶν Δελφῶν.
5. Ἰάπυξ· ἄνεμος ἀργέστης, ὡς ἀπὸ τῆς Ἰαπυγίας τῆς Ἰταλίας πνέων· οὔτε βορέας οὔτε Ζέφυρος, ἀλλὰ μεταξὺ ἀμφοτέρων.
ἀνατρέπεται τὸ πλοῖον ἐπειδὰν τὸ μὲν ἄνω κάτω γένηται, τὸ δὲ κάτω ἄνω.
7. ἐννοῶ· ἐν νῷ ἔχω· φροντίζω.
10. _ἡ κότινος_ ὥσπερ ἀγρία τις ἐλαία ἐστίν.
12. πίθος· ἄγγος πήλινον μέγιστον, ἐν ᾧ ᾤκει ὁ Διογένης οὐκ ἔχων ἄλλην οἰκίαν.
_ἡ χοῖνιξ_ ἔχει τέτταρας κοτύλας· ἔστι δὲ ὄγδοον μόριον τοῦ ἑκτέως, ὁ δ᾽ ἑκτεὺς ἕκτον μόριον τοῦ μεδίμνου· πόστον ἄρα μέρος τοῦ μεδίμνου ἡ χοῖνιξ;
18. αὐτάρκεια· τὸ αὐτάρκη εἶναί τινα· ὅταν ἅλις τις ἔχῃ αὐτὸς καθ᾽ ἑαυτόν, τῶν ἀλλοτρίων μὴ ἐπιθυμῶν.
23. ἡμέλουν· οὐδὲν ἔμελεν αὐτοῖς.
26. εἰκότως· κατὰ τὸ εἰκός· οὐκ ἄνευ λόγου· εὖ ποιοῦντες.
27. διερρυηκότες· ὥσπερ ἐν ῥεύματι πλούτου καὶ τρυφῆς ὄντες· ὥσπερ κατὰ ῥοῦν φερόμενοι ὑπὸ ποταμοῦ.
28. σαπρός· οὐχ ὑγιής· κατατακείς. τὸ δέρμα γὰρ σαπρὸν γίγνεται χρόνῳ καὶ ὑετῷ.
βᾱλάντιον· πήρα μικρά, ἐν ᾗ κατέκειτο τἀργύριον.
Page 73. 1. πυθμήν· τὸ κάτω μέρος.
στέγω· κατέχω· τοιοῦτο γὰρ τὰ βαλαντίου τρήματα ἔχον οὐ κατεῖχε τὰ κέρματα μὴ διολισθάνοντα οἴχεσθαι.
3. ἐπαντλῶ· ἀρύσας ὕδωρ εἰσχέω.
6. ὀβολόν· τὰ πορθμεῖα λέγει, ἅπερ ἐχρῆν ἐκτίνειν τῷ Χάρωνι.
14
οὐκ ἔστιν ὅπως οὐ γιγνώσκεις τούτους, ὦ μαθητά· αἰσθάνει δήπου Ἀλέξανδρον μὲν ὄντα τὸν Μέγαν, Ἀννίβαν δὲ τὸν Καρχηδόνιον, τὸν ὀλίγου δέοντα νικᾶν τοὺς Ῥωμαίους, τρίτον δὲ Σκιπίωνα τὸν νικήσαντα τὸν Ἀννίβαν· ὁ δὲ Μίνως, πρότερον γενόμενος βασιλεὺς τῆς Κρήτης, ὁ τὰς πολλὰς ναῦς κεκτημένος, οὗτος δὴ φανερός ἐστι κριτὴς ὢν τῶν ἐν Ἅιδου. ἐὰν μέντοι σὺ φυσικός τις εἶ, κἂν τύχοις ἀγνοῶν καὶ περὶ τούτων.
10. Λίβυς· ἐκ Διβύης.
20. στρατηγὸς στρατηγεῖ ἄγων τὸν στρατόν.
22. διαφέρω· ἀμείνων εἰμί.
23. ἐν μέρει· ὁ μὲν πρῶτον, ὁ δ᾽ ὕστερον.
Page 74. 1. πλέον ἐνέγκαιτο ἄν· πλεονεκτήσαι ἄν, πλέον ἂν ἔχοι.
2. ἔπαινος· εὐλογία.
ἐξ ἀρχῆς· τὸ πρῶτον.
3. περιβάλλομαι· ἐνδύομαι· περιβάλλω ἐμαυτῷ ὥσπερ ἐσθῆτα.
4. ἀρχή· τὸ ἄρχειν.
5. ἐξορμῶ· ἐξέρχομαι. πρῶτον μέν τις ἐξορμᾷ, τέλος δ᾽ ἀφικνεῖται.
Ἰβηρίᾱ μεταξὺ τοῦ τε πελάγους καὶ τοῦ ὠκεανοῦ· ἔστι δὲ γῆ ἀγρία καὶ ὀρεινή, ἐν ᾗ μία τῶν Ἡρακλείων στηλῶν.
ὕπαρχος· ἄρχων δεύτερος.
6. κριθείς· νομισθείς.
7. ἑσπέριος· τὰ πρὸς ἡλίου δύσιν.
8. Ἠριδανὸς ποταμὸς ἐν τῇ Ἰταλίᾳ.
11. _τὰ προάστεια_ μέρη τῆς πόλεως ἔξω μὲν τῶν τειχῶν, ἐγγὺς δέ.
προὐχούσης· προέχει ἡ πρώτη.
13. δακτύλιος· κύκλος περὶ τοῦ δακτύλου περικείμενος.
14. γεφυρῶσαι· γέφυρά ἐστι χῶμα γῆς ἐν ποταμῷ, ὥστε διαβαίνειν· οἱ γὰρ νεκροὶ συννενησμένοι ἐπλήρουν τὸν ποταμόν.
15. Ἄμμων Ζεὺς μαντεῖον εἶχεν ἐν τῇ Λιβύῃ. ὁ δ᾽ Ἀλέξανδρος ἔφασκεν υἱὸς εἶναι τοῦ Ἄμμωνος· τὴν γὰρ μητέρα ἐνύπνιον ἑορακέναι, ὡς δράκων πατὴρ εἴη.
16. ἐνύπνιον· ὄνειρον.
17. ὁμολογῶ· οὐκ ἀπαρνοῦμαι.
ἀντεξεταζόμενος· ἀντιμαχόμενος ὥστ᾽ εἰς πεῖραν ἐλθεῖν καὶ δεῖξαι ὅποιός ἐστιν.
19. συμπλέκομαι· συμβάλλω μάχην· παλαιστῶν δ᾽ ἐστὶ τὸ ῥῆμα.
20. τῷ τολμήσαντι· ἐάν τις τολμᾷ.
22. πατρῷος· τοῦ πατρός.
αὐξάνοι τις ἂν ποιῶν μείζω τὰ ἕτοιμα.
23. ἐκτείνοι δ᾽ ἄν τις ποιῶν μακρότερα τὰ ἕτοιμα.
ὁρμή· ῥοῦς, ῥεῦμα, δρόμος.
24. ὄλεθρος· κάκιστος ἄνθρωπος.
Ἰσσὸς ποταμὸς Κιλικίας.
25. _τὰ Ἄρβηλα_ πόλις Ἁσσυρίας· ἡ δὲ μάχη τῷ ὄντι ἐν τοῖς Γαυγαμήλοις ἐγένετο.
ἀποστὰς κτλ. οὐκέτι ἐπαινῶν τὰ πατρῷα, ἤθελε σέβεσθαι ὡς ὢν θεός, καὶ μετήλλαξε τὸν τῆς διαίτης τρόπον ὥστε μιμεῖσθαι τοὺς Μήδους.
27. μιαιφονῶ· φονεύω· δι᾽ ὀργῆς γὰρ ἀπέκτεινα τὸν Κλεῖτον ἐν τοῖς πότοις.
28. _συνελάμβανε δ᾽ ἐπὶ θανάτῳ_ ἀλλους τε καὶ τὸν Καλλισθένην καὶ τὸν Ἡφαιστίωνα.
29. ἐπ᾿ ἴσης· ἐξ ἴσου· δικαίως, ὥστε μετέχειν πάντας τῶν ἴσων καὶ τῶν δικαίων.
μετεπέμπετο ἡ πατρὶς ἐμέ· κατελθεῖν γὰρ ἐκέλευσεν.
Page 75. 2. ἰδιώτης· οὐκ ἄρχων.
3. καταδικασθείς· ἁλοὺς ἐν τῷ δικαστηρίῳ, ἐπεὶ κατέγνω αὐτοῦ ὁ κριτής.
4. ἀπαίδευτος κτλ. οὐ πεπαιδευμένος ὥσπερ οἱ Ἕλληνες, τῇ αὐτῇ παιδείᾳ.
5. Ὅμηρον γὰρ ἐθαύμαζε πολὺ ὁ Ἀλέξανδρος, εἶχε δ᾽ ἀεὶ μεθ᾽ ἑαυτοῦ τὰ ἔπη.
6. Ἀριστοτέλης Σταγιρίτης, φιλόσοφος ὢν κλεινότατος, ἐδίδασκε τὸν Ἀλέξανδρον.
σοφιστής· φιλόσοφος.
14. εἰκὸς ἦν· προσθὲς τὸ λέγειν.
17. θρασύς· τολμηρός· θαρρῶν.
φήμη· δόξα· τὰ ὑπὸ πάντων λεγόμενα.
19. διαφέρω· ἀμείνων εἰμί.
20. παρελθὼν κτλ. ἄρχων γενόμενος ὥστε διοικεῖν τὰ τῆς πόλεως.
21. μετῆλθον· ἐδίωξα.
22. ἀπώλεια· ἀπολέσας τὰς Θήβας καὶ ἀναστάτους ποιήσας.
23. χειροτονῶ· ἐάν τινα οἱ πολῖται αἱρῶνται ἐπ᾽ ἀρχήν, χειροτονοῦσι προτείνοντες τὰς χεῖρας· χειροτονεῖται δ᾽ ὃς ἂν πλείστους ἔχῃ τοῦτο δρῶντας.
24. ἀγαπῶ· στέργω, ἐπαινῶ· ὡς ἐξαρκοῦντος τούτου· ἐὰν δὲ μὴ ἐξαρκῇ μηδ᾽ ἀποχρῇ, οὐκ ἀγαπῶ.
26. Γρανῑκός· ποταμὸς τῆς Μυσίας.
28. τὰ ἐν ποσίν· τὰ ἐμποδών· ὅ τι ὁρῴην.
χειρούμενος· νικῶν.
Page 76. 4. σχεδία· πίνακες ἢ δένδρα συνδεθέντα, ὥστε πλεῖν.
6. Τύρος· πόλις Συρίας· ἴσθι αὐτὸν ἐκπολιορκήσαντα τὴν Τύρον.
8. ὅρος· τέρμα, πέρας.
9. Πῶρος βασιλεὺς τῶν Ἰνδῶν.
10. Τάναϊς ποταμὸς τῆς Σκυθίας.
11. εὐκαταφρόνητος· ῥᾴδιος καταφρονῆσαι.
12. ἠμυνάμην· ἀπεωσάμην, ἀπεδίωξα.
13. συγγνωστός· οὐ νέμεσις· εἰκὸς γάρ. ἐὰν μή τις λάβῃ δίκην, συνέγνω τῷ ἁμαρτόντι.
15. τελευταῖος· ὁ ἐν τελευτῇ· ὕστατος. τοῦτο δὲ λέγει τελευτῶν.
18. ἐῶ λέγειν· οὐ λέγω τοῦτό γ᾽, ἄλλα γὰρ ἐρῶ.
19. ἰσχύι· σθένει· κατὰ κράτος.
ἀπιστίᾱ· τὸ μὴ πιστὸν εἶναι.
20. προφανής· φανερός, δῆλος, ἐμφανής.
ὀνειδίζω· λέγω ὡς ὄνειδος ὂν καὶ αἰσχύνην.