Lucian's Dialogues prepared for schools
Part 6
ΧΕΙΡ. Οὐκ ἀηδῶς, ὦ Μένιππε· ἡ γὰρ ἰσοτιμία πάνυ δημοτική, καὶ τὸ πρᾶγμα οὐδὲν ἔχει τὸ διάφορον, ἐν φάει εἶναι ἢ καὶ ἐν σκότῳ· ἄλλως τε οὔτε διψῆν ὥσπερ ἄνω οὔτε πεινῆν δεῖ, ἀλλ᾽ ἀνεπιδεεῖς τούτων ἁπάντων ἐσμέν.
ΜΕΝ. Ὅρα, ὦ Χείρων, μὴ περιπίπτῃς σεαυτῷ, καὶ ἐς τὸ αὐτὸ σοι ὁ λογος περιπεσῇ.
ΧΕΙΡ. Πῶς τοῦτο φής;
ΜΕΝ. Ὅτι εἰ τῶν ἐν τῷ βίῳ τὸ ὅμοιον ἀεὶ καὶ ταὐτὸν ἐνεποίησέ σοι κόρον, καὶ τἀνταῦθα ὅμοια ὄντα κόρον ὁμοίως ἂν ἐμποιοίη, καὶ δεήσει μεταβολήν σε ζητεῖν τινα καὶ ἐντεῦθεν ἐς ἄλλον βίον, ὅπερ οἶμαι ἀδύνατον.
ΧΕΙΡ. Τί οὖν ἂν πάθοι τις, ὦ Μένιππε;
ΜΕΝ. Ὅπερ, οἶμαι, φασί, συνετὸν ὄντα ἀρέσκεσθαι καὶ ἀγαπᾶν τοῖς παροῦσι, καὶ μηδὲν αὐτῶν ἀφόρητον οἴεσθαι.
24 ΔΙΟΓΕΝΟΥΣ ΚΑΙ ΑΝΤΙΣΘΕΝΟΥΣ ΚΑΙ ΚΡΑΤΗΤΟΣ
ΔΙΟΓ. Ἀντίσθενες καὶ Κράτης, σχολὴν ἄγομεν· ὥστε τί οὐκ ἄπιμεν ἐπὶ τῆς καθόδου περιπατήσαντες, [Page 94] ὀψόμενοι τοὺς κατιόντας, οἷοί τέ εἰσι καὶ τί ἕκαστος αὐτῶν ποιεῖ;
ΑΝΤ. Ἀπίωμεν, ὦ Διόγενες· καὶ γὰρ ἂν ἡδὺ τὸ θέαμα γένοιτο, τοὺς μὲν δακρύοντας αὐτῶν ὁρᾶν, τοὺς δὲ καὶ ἱκετεύοντας ἀφεθῆναι, ἐνίους δὲ μόλις κατιόντας, καὶ ἐπὶ τράχηλον ὠθοῦντος τοῦ Ἑρμοῦ, ὅμως ἀντιβαίνοντας καὶ ὑπτίους ἀντερείδοντας, οὐδὲν δέον.
ΚΡΑΤ. Ἔγωγ᾿ οὖν καὶ διηγήσομαι ὑμῖν ἃ εἶδον ὁπότε κατῄειν κατὰ τὴν ὁδόν.
ΔΙΟΓ. Διήγησαι, ὦ Κράτης· ἔοικας γάρ τινα ἑορακέναι παγγέλοια.
ΚΡΑΤ. Καὶ ἄλλοι μὲν πολλοὶ συγκατέβαινον ἡμῖν, ἐν αὐτοῖς δὲ ἐπίσημοι Ἰσμηνόδωρός τε ὁ πλούσιος ὁ ἡμέτερος, καὶ Ἀρσάκης ὁ Μηδίας ὕπαρχος, καὶ Ὀροίτης ὁ Ἀρμένιος. ὁ μὲν οὖν Ἰσμηνόδωρος‒ ἐπεφόνευτο γὰρ ὑπὸ τῶν λῃστῶν περὶ τὸν Κιθαιρῶνα, εἰς Ἐλευσῖνα οἶμαι βαδίζων‒ἔστενέ τε, καὶ τὸ τραῦμα ἐν ταῖν χεροῖν εἶχε, καὶ τὰ παιδία, ἃ νεογνὰ κατελελοίπει, ἀνεκαλεῖτο, καὶ ἑαυτῷ ἐπεμέμφετο τῆς τόλμης, ὃς Κιθαιρῶνα ὑπερβάλλων, καὶ τὰ περὶ τὰς Ἐλευθερὰς χωρία ἔρημα ὄντα ὑπὸ τῶν πολέμων διαπορευόμενος, δύο μόνους οἰκέτας ἐπηγάγετο, καὶ ταῦτα φιάλας πέντε χρυσᾶς καὶ κυμβία τέτταρα μεθ᾿ ἑαυτοῦ ἔχων. ὁ δὲ Ἀρσάκης‒γεραιὸς γὰρ ἤδη καὶ νὴ Δία σεμνὸς τὴν ὄψιν‒ὡς βάρβαρος ἤχθετο καὶ ἠγανάκτει πεζὸς βαδίζων, καὶ ἠξίου τὸν ἵππον αὐτῷ προσαχθῆναι· καὶ γὰρ ὁ ἵππος αὐτῷ συνετεθνήκει, μιᾷ πληγῇ ἀμφότεροι γὰρ ἀπέθανον ὑπὸ Θρᾳκός τινος πελταστοῦ, ἐν τῇ ἐπὶ τῷ Ἀράξῃ συμπλοκῇ. ὁ μὲν γὰρ Ἀρσάκης [Page 95] ἐπήλαυνεν, ὡς διηγεῖτο, πολὺ τῶν ἄλλων ἔμπροσθεν, ὑποστὰς δὲ ὁ Θρᾷξ, τῇ πέλτῃ μὲν ὑποδὺς ἀποσείεται τοῦ Ἀρσάκου τὸν κοντόν, ὑποθεὶς δὲ τὴν σάρισαν, αὐτόν τε διαπείρει καὶ τὸν ἵππον.
ΑΝΤ. Πῶς οἷόν τε, ὦ Κράτης, μιᾷ πληγῇ τοῦτο γενέσθαι;
ΚΡΑΤ. Ῥᾷστ᾽, ὦ Ἀντίσθενες· ὁ μὲν γὰρ ἐπήλαυνεν εἰκοσάπηχύν τινα προβεβλημένος κοντόν, ὁ Θρᾷξ δὲ ἐπειδὴ τῇ πέλτῃ ἀπεκρούσατο τὴν προσβολήν, καὶ παρῆλθεν αὐτὸν ἡ ἀκωκή, ἐς τὸ γόνυ ὀκλάσας, δέχεται τῇ σαρίσῃ τὴν ἐπέλασιν, καὶ τιτρώσκει τὸν ἵππον ὑπὸ τὸ στέρνον, ὑπὸ θυμοῦ καὶ σφοδρότητος διαπείραντα ἑαυτόν· διελαύνεται δὲ καὶ ὁ Ἀρσάκης ἐκ τοῦ βουβῶνος διαμπάξ. ὁρᾷς οἷόν τι ἐγένετο, οὐ τοῦ ἀνδρός, ἀλλὰ τοῦ ἵππου μᾶλλον τὸ ἔργον. ἠγανάκτει δ᾽ ὅμως ὁμότιμος ὢν τῶν ἄλλων, καὶ ἠξίου ἱππεὺς κατιέναι. ὁ δέ γε Ὀροίτης καὶ πάνυ ἁπαλὸς ἦν τὼ πόδε, καὶ οὐδ᾽ ἑστάναι χαμαί, οὐχ ὅπως βαδίζειν ἐδύνατο· πάσχουσι δ᾿ αὐτὸ ἀτεχνῶς Μῆδοι πάντες, ἐπειδὰν ἀποβῶσι τῶν ἵππων, ὥσπερ ἐπὶ τῶν ἀκανθῶν βαίνοντες, ἀκροποδητὶ μόλις βαδίζουσιν. ὥστε ἐπεὶ καταβαλὼν ἑαυτὸν ἔκειτο, καὶ οὐδεμιᾷ μηχανῇ ἀνίστασθαι ἤθελεν, ὁ βέλτιστος Ἑρμῆς ἀράμενος αὐτὸν ἐκόμισεν πρὸς τὸ πορθμεῖον, ἐγὼ δὲ ἐγέλων.
ΑΝΤ. Κἀγὼ ὁπότε κατῄειν, οὐδ᾽ ἀνέμειξα ἐμαντὸν τοῖς ἄλλοις, ἀλλ᾽ ἀφεὶς οἰμῴζοντας αὐτούς, προσδραμὼν ἐπὶ τὸ πορθμεῖον, προκατέλαβον χώραν, ὡς ἂν ἐπιτηδείως πλεύσαιμι· καὶ παρὰ τὸν πλοῦν οἱ μὲν ἐδάκρυόν τε καὶ ἐναυτίων, ἐγὼ δὲ μάλα ἐτερπόμην ἐπ᾽ αὐτοῖς. [Page 96]
ΔΙΟΓ. Σὺ μέν, ὦ Κράτης καὶ Ἀντίσθενες, τοιούτων ἐτύχετε τῶν συνοδοιπόρων, ἐμοὶ δὲ Βλεψίας τε ὁ δανειστικὸς ὁ ἐκ Πίσης, καὶ Λάμπις ὁ Ἀκαρνάν, ξεναγὸς ὤν, καὶ Δᾶμις ὁ πλούσιος ὁ ἐκ Κορίνθου, συγκατῄεσαν, ὁ μὲν Δᾶμις ὑπὸ τοῦ παιδὸς ἐκ φαρμάκων ἀποθανών, ὁ δὲ Λάμπις δι᾿ ἔρωτα ἀποσφάξας ἑαυτόν, ὁ δὲ Βλεψίας λιμῷ ὁ ἄθλιος ἐλέγετο ἀπεσκληκέναι, καὶ ἐδήλου γε ὠχρὸς εἰς ὑπερβολὴν καὶ λεπτὸς φαινόμενος. ἐγὼ δὲ καίπερ εἰδώς, ἀνέκρινον, ὃν τρόπον ἀποθάνοιεν. εἶτα τῷ μὲν Δάμιδι αἰτιωμένῳ τὸν υἱόν, Οὐκ ἄδικα μέντοι ἔπαθες, ἔφην, ὑπ᾿ αὐτοῦ, εἰ τάλαντα ἔχων ὁμοῦ χίλια, καὶ τρυφῶν αὐτὸς ἐνενηκοντούτης ὤν, ὀκτωκαιδεκαέτει νεανίσκῳ τέτταρας ὀβολοὺς παρεῖχες. σὺ δέ, ὦ Ἀκαρνάν,‒ἔστενε γὰρ κἀκεῖνος‒τί αἰτιᾷ τὸν Ἔρωτα, σεαυτὸν δέον, ὃς τοὺς μὲν πολεμίους οὐδεπώποτε ἔτρεσας, ἀλλὰ φιλοκινδύνως ἠγωνίζου ὑπὲρ τῶν ἄλλων, ὑπὸ δὲ τῆς τυχούσης παιδίσκης καὶ δακρύων ἐπιπλάστων καὶ στεναγμῶν ἑάλως, ὁ γενναῖος; ὁ μὲν γὰρ Βλεψίας αὐτὸς ἑαυτοῦ κατηγόρει φθάσας πολλὴν τὴν ἄνοιαν, ὡς τὰ χρήματα ἐφύλαττε τοῖς οὐδὲν προσήκουσι κληρονόμοις, ἐσαεὶ βιώσεσθαι ὁ μάταιος νομίζων. πλὴν ἔμοιγε οὐ τὴν τυχοῦσαν τερπωλὴν παρέσχον τότε στένοντες. ἀλλ᾿ ἤδη μὲν ἐπὶ τῷ στομίῳ ἐσμέν, ἀποβλέπειν δὲ χρὴ καὶ ἀποσκοπεῖν πόρρωθεν τοὺς ἀφικνουμένους. βαβαί, πολλοί γε καὶ ποικίλοι, καὶ πάντες δακρύοντες πλὴν τῶν νεογνῶν τούτων καὶ νηπίων. ἀλλὰ καὶ οἱ πάνυ γέροντες ὀδύρονται. τί τοῦτο; ἆρα τὸ φίλτρον αὐτοὺς ἔχει τοῦ βίου; τοῦτον οὖν τὸν ὑπέργηρων ἐρέσθαι βούλομαι. τί δακρύεις [Page 97] τηλικοῦτος ἀποθανών; τί ἀγανακτεῖς, ὦ βέλτιστε, καὶ ταῦτα γέρων ἀφιγμένος; ἦ που βασιλεύς τις ἦσθα;
ΠΤΩ. Οὐδαμῶς.
ΔΙΟΓ. Ἀλλὰ σατράπης;
ΠΤΩ. Οὐδὲ τοῦτο.
ΔΙΟΓ. Ἆρα οὖν ἐπλούτεις, εἶτα ἀνιᾷ σε τὸ πολλὴν τρυφὴν ἀπολιπόντα τεθνάναι;
ΠΤΩ. Οὐδὲν τοιοῦτον, ἀλλ᾿ ἔτη μὲν ἐγεγόνη ἀμφὶ τὰ ἐνενήκοντα, βίον δὲ ἄπορον ἀπὸ καλάμου καὶ ὁρμιᾶς εἶχον, εἰς ὑπερβολὴν πτωχὸς ὤν, καὶ ἄτεκνος, καὶ προσέτι χωλὸς καὶ ἀμυδρὸν βλέπων.
ΔΙΟΓ. Εἶτα τοιοῦτος ὢν ζῆν ἤθελες;
ΠΤΩ. Ναί· ἡδὺ γὰρ ἦν τὸ φῶς, καὶ τὸ τεθνάναι δεινὸν καὶ φευκτέον.
ΔΙΟΓ. Παραπαίεις, ὦ γέρον, καὶ μειρακιεύῃ πρὸς τὸ χρεών, καὶ ταῦτα ἡλικιώτης ὢν τοῦ πορθμέως. τί οὖν ἄν τις ἔτι λέγοι περὶ τῶν νέων, ὁπότε οἱ τηλικοῦτοι φιλόζωοί εἰσιν, οὓς ἐχρῆν διώκειν τὸν θάνατον ὡς τῶν ἐν τῷ γήρᾳ κακῶν φάρμακον. ἀλλ᾽ ἀπίωμεν ἤδη, μὴ καί τις ἡμᾶς ὑπίδηται ὡς ἀπόδρασιν βουλεύοντας, ὁρῶν περὶ τὸ στόμιον διάγοντας.
25 ΑΙΑΝΤΟΣ ΚΑΙ ΑΓΑΜΕΜΝΟΝΟΣ
ΑΓΑΜ. Εἰ σὺ μανείς, ὦ Αἶαν, σαυτὸν ἐφόνευσας, ἐμέλλησας δὲ καὶ ἡμᾶς ἅπαντας, τί αἰτιᾷ τὸν Ὀδυσσέα καὶ πρῴην οὔτε προσέβλεψας αὐτόν, ὁπότε ἧκε μαντευσόμενος, οὔτε προσειπεῖν ἠξίωσας ἄνδρα συστρατιώτην [Page 98] καὶ ἑταῖρον, ἀλλ᾽ ὑπεροπτικῶς μεγάλα βαίνων παρῆλθες;
ΑΙΑΣ. Εἰκότως, ὦ Ἀγάμεμνον· αὐτὸς γάρ μοι τῆς μανίας αἴτιος κατέστη μόνος, προκριθεὶς ἐπὶ τοῖς ὅπλοις.
ΑΓΑΜ. Ἠξίωσας δὲ ἀνανταγώνιστος εἶναι καὶ ἀκονιτὶ κρατεῖν ἁπάντων;
ΑΙΑΣ. Ναί, τά γε τοιαῦτα· οἰκεία γάρ μοι ἦν ἡ πανοπλία, τοῦ ἀνεψιοῦ γε οὖσα. καὶ ὑμεῖς οἱ ἄλλοι πολὺ ἀμείνους ὄντες ἀπείπετε τὸν ἀγῶνα, καὶ παρεχωρήσατε μοι, ὁ δὲ Λαέρτου, ὃν ἐγὼ πολλάκις ἔσωσα κινδυνεύοντα κατακεκόφθαι ὑπὸ τῶν Φρυγῶν, ἀμείνων ἠξίου εἶναι καὶ ἐπιτηδειότερος ἔχειν τὰ ὅπλα.
ΑΓΑΜ. Τοιγαροῦν αἰτιῶ, ὦ γενναῖε, τὴν Θέτιν, ἣ δέον σοι τὴν κληρονομίαν παραδοῦναι τῶν ὅπλων συγγενεῖ γε ὄντι, φέρουσα ἐς τὸ κοινὸν κατέθετο αὐτά.
ΑΙΑΣ. Οὔκ, ἀλλὰ τὸν Ὀδυσσέα, ὃς ἀντεποιεῖτο μόνος.
ΑΓΑΜ. Συγγνώμη, ὦ Αἶαν, εἰ ἄνθρωπος ὢν ὠρέχθη δόξης, ἡδίστου πράγματος, ὑπὲρ οὗ καὶ ἡμῶν ἕκαστος κινδύνους ὑπέμενεν, ἐπεὶ καὶ ἐκράτησέ σου καὶ ταῦτα Τρῳῶν δικαστῶν ὄντων.
ΑΙΑΣ. Οἶδα ἐγώ, ἥτις μου κατεδίκασεν· ἀλλ᾽ οὐ θέμις λέγειν τι περὶ τῶν θεῶν. τὸν δ᾽ οὖν Ὀδυσσέα μὴ οὐχὶ μισεῖν οὐκ ἂν δυναίμην, ὦ Ἀγάμεμνον, οὐδ᾽ εἰ αὐτή μοι ἡ Ἀθηνᾶ τοῦτ᾽ ἐπιτάττοι. [Page 99]
26 ΜΙΝΩΟΣ ΚΑΙ ΣΩΣΤΡΑΤΟΥ
ΜΙΝ. Ὁ μὲν λῃστὴς οὑτοσὶ Σώστρατος εἰς τὸν Πυριφλεγέθοντα ἐμβεβλήσθω, ὁ δὲ ἱερόσυλος ὑπὸ τῆς Χιμαίρας διασπασθήτω, ὁ δὲ τύραννος, ὦ Ἑρμῆ, παρὰ τὸν Τιτυὸν παραταθείς, ὑπὸ τῶν γυπῶν καὶ αὐτὸς κειρέσθω τὸ ἧπαρ, ὑμεῖς δὲ οἱ ἀγαθοὶ ἄπιτε κατὰ τάχος ἐς τὸ Ἠλύσιον πεδίον, καὶ τὰς μακάρων νήσους κατοικεῖτε, ἐπειδὴ δίκαια ἐποιεῖτε παρὰ τὸν βίον.
ΣΩΣΤ. Ἄκουσον, ὦ Μίνως, εἴ σοι δίκαια δόξω λέγειν.
ΜΙΝ. Νῦν ἀκούσω αὖθις; οὐ γὰρ ἐξελήλεγξαι, ὦ Σώστρατε, πονηρὸς ὢν καὶ τοσούτους ἀπεκτονώς;
ΣΩΣΤ. Ἐλήλεγμαι μέν, ἀλλ᾽ ὅρα εἰ καὶ δικαίως κολασθήσομαι.
ΜΙΝ. Καὶ πάνυ, εἴ γε ἀποτίνειν τὴν ἀξίαν δίκαιον.
ΣΩΣΤ. Ὅμως ἀπόκριναί μοί, ὦ Μίνως· βραχὺ γάρ τι ἐρήσομαί σε.
ΜΙΝ. Λέγε, μὴ μακρὰ μόνον, ὡς καὶ τοὺς ἄλλους διακρίνωμεν ἤδη.
ΣΩΣΤ. Ὁπόσα ἔπραττον ἐν τῷ βίῳ, πότερα ἑκὼν ἔπραττον ἢ ἐπεκέκλωστό μοι ὑπὸ τῆς Μοίρας;
ΜΙΝ. Ὑπὸ τῆς Μοίρας δηλαδή.
ΣΩΣΤ. Οὐκοῦν καὶ οἱ χρηστοὶ ἅπαντες καὶ οἱ πονηροὶ δοκοῦντες ἡμεῖς ἐκείνῃ ὑπηρετοῦντες ταῦτα ἐδρῶμεν; [Page 100] ΜΙΝ. Ναί, τῇ Κλωθοῖ, ἣ ἑκάστῳ ἐπέταξε γεννηθέντι τὰ πρακτέα.
ΣΩΣΤ. Εἰ τοίνυν ἀναγκασθείς τις ὑπ᾽ ἄλλου φονεύσειέ τινα, μὴ δυνάμενος ἀντιλέγειν ἐκείνῳ βιαζομένω, οἷον δήμιος ἢ δορυφόρος, ὁ μὲν δικαστῇ πεισθείς, ὁ δὲ τυράννῳ, τίνα αἰτιάσῃ τοῦ φόνου;
ΜΙΝ. Δῆλον ὡς τὸν δικαστὴν ἢ τὸν τύραννον, ἐπεὶ οὐδὲ τὸ ξίφος αὐτό· ὑπηρετεῖ γὰρ ὄργανον ὂν τοῦτο πρὸς τὸν θυμὸν τῷ πρώτῳ παρασχόντι τὴν αἰτίαν.
ΣΩΣΤ. Εὖ γε, ὦ Μίνως, ὅτι καὶ ἄλλα προστίθης τῷ παραδείγματι. ἢν δέ τις ἀποστείλαντος τοῦ δεσπότου ἥκῃ αὐτὸς χρυσὸν ἢ ἄργυρον κομίζων, τίνι τὴν χάριν ἰστέον ἢ τίνα εὐεργέτην ἀναγραπτέον;
ΜΙΝ. Τὸν πέμψαντα, ὦ Σώστρατε· διάκονος γὰρ ὁ κομίσας ἦν.
ΣΩΣΤ. Οὐκοῦν ὁρᾷς ὅπως ἄδικα ποιεῖς κολάζων ἡμᾶς, ὑπηρέτας γενομένους ὧν ἡ Κλωθὼ προσέταττε, καὶ τούτους τιμῶν, τοὺς διακονήσαντας ἀλλοτρίοις ἀγαθοῖς; οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἔχοι τις ἄν, ὡς τὸ ἀντιλέγειν δυνατὸν ἦν τοῖς μετὰ πάσης ἀνάγκης προστεταγμένοις.
ΜΙΝ. Ὦ Σώστρατε, πολλὰ ἴδοις ἂν καὶ ἄλλα οὐ κατὰ λόγον γιγνόμενα, εἰ ἀκριβῶς ἐξετάζοις. ἀλλὰ σὺ τοῦτο ἀπολαύσεις τῆς ἐρωτήσεως, ὅτι οὐ λῃστὴς μόνον, ἀλλὰ καὶ σοφιστής τις εἶναι δοκεῖς. ἀπόλυσον αὐτόν, ὦ Ἑρμῆ, καὶ μηκέτι κολαζέσθω. ὅρα δὲ μὴ καὶ τοὺς ἄλλους νεκροὺς τὰ ὅμοια ἐρωτᾶν διδάξῃς.
NOTES
ΘΕΩΝ ΔΙΑΛΟΓΟΙ
1
Page 1. Προμηθεὺς εἷς τις ἦν τῶν Τιτάνων· ἐβοήθει δὲ τῷ Διΐ τότε, ὅτε ὁ Ζεὺς κατέβαλλε τοὺς Τιτᾶνας εἰς Τάρταρα. ὕστερον δὲ ὁ Προμηθεὺς ἔπλασεν ἄνθρωπον ἐξ ὕδατός τε καὶ γῆς, ἔπλασε δὲ καὶ τὴν πρώτην γυναῖκα Πανδώραν. καὶ πρὸς τούτοις ἅτε φίλος ὢν τοῖς ἀνθρώποις, κλέψας τὸ πῦρ καὶ κρύψας ἐν νάρθηκι, ἄκοντος Διός, ἔδωκε τοῖς ἀνθρώποις. διὰ ταῦτα ὀργισθεὶς ὁ Ζεὺς ἐκέλευσε, προσηλῶσαι τὸν Προμηθέα ἐν Καυκάσῳ ὄρει· προσηλωθέντος δὲ τοῦ Προμηθέως τὸ ἧπαρ κατήσθιεν ἢ γὺψ ἢ αἰετὸς καθ᾽ ἡμέραν, τὸ δὲ αἰεὶ νυκτὸς ηὐξάνετο.
4. πέδαι· δεσμὰ σιδηρᾶ.
6. κείρεσθαι· τέμνεσθαι.
9. δημιουργῶ· ποιῶ· τέκτων γὰρ ὁ δημιουργός, ὃς τέχνην ἔχων ἐργάζεται.
10. ἐν τῇ νομῇ τῶν κρεῶν· περὶ τούτου μῦθος ἦν τοιόσδε. πάλαι μὲν γὰρ ἦν τις ἔρις τοῖς τ᾽ ἀνθρώποις καὶ τοῖς θεοῖς ἐν Μηκώνῃ· τότε δ᾽ ὁ Προμηθεύς, βοῦν σφάξας, διένειμε τὰ κρέα τοῦ βοός, δύο μέρη ποιήσας· ὧν θάτερον μὲν ὧδ᾽ ἐποίησε· τάς τε σάρκας καὶ τὰ ἔγκατα κατέθηκεν ἐν ῥινῷ, καλύψας γαστρὶ βοείῃ· θάτερον δ᾽ ὧδε· τὰ ὀστᾶ κατεκάλυψε δημῷ, ὥστε καλόν τι φαίνεσθαι. ὁ δὲ Ζεὺς ἰδὼν τὸν δημόν, ᾑρεῖτο τοῦτο τὸ μέρος, ἐπεὶ δ᾽ ᾔσθετο ἀπατηθείς, ὠργίσθη. ὀργισθεὶς δὲ οὐκ ἤθελε δοῦναι τὸ πῦρ τοῖς ἀνθρώποις· τὰ δὲ λοιπὰ οἶσθά που.
πῑμελή· δημός. ἄλλο μὲν δῆμος, ἄλλο δὲ δημός· διαφέρει δὴ ὁ τόνος.
14. προσηλωμένος· ἥλοις προσπατταλευθείς.
16. πολλοστημόριον· πολλῶν μορίων ἕν, ὥστε μικρότατον δὴ μέρος εἶναι ὧν δεῖ.
18. ἀμισθί· ἄνευ μισθοῦ.
19. μηνύσω· ἀγγελῶ· ὁ δὲ μηνύσας, μηνυτὴς καλεῖται.
ἀναγκαῖον ἐστίν, ἐὰν ἀνάγκη ᾖ εἰδέναι· ἀνάγκη δὲ τὸ ἄφυκτον.
20. κατασοφίζῃ· πείθεις σοφίσμασιν, θωπεύεις, ἀπατᾷς.
21. τί πλέον· τί κέρδος. ὁ γὰρ πλεονέκτης κερδαίνει.
22. ἀπορεῖ τινος, ὃς ἂν μὴ ἔχῃ, ἄπορος ὤν· τὸ δ᾽ ἐναντίον εὔπορος, εὐπορῶ.
23. τεχνάζων· τέχνας πορίζων καὶ δόλους καὶ ἀπάτας.
Page 2. 3. ἀξιόπιστος· ἄξιος πίστεως, ἄξιος πιστευθῆναι.
4. μαντευόμενος· προλέγων ὡς μάντις, λέγων τὰ ἀφανῆ.
6. Θέτις νύμφη ἦν θαλασσία. τὸ δ᾽ αὐτὸ μαντεῖον ἦν καὶ περὶ Μήτιδος· ὁ δὲ Ζεὺς φοβούμενος τὸ μαντεῖον, ἔφθη καταπιὼν τὴν Μήτιδα (ἢ Θέτιδα). μετὰ δὲ ταῦτα ἀλγῶν τὴν κεφαλήν, ἐκέλευσε τὸν Ἥφαιστον πλῆξαι τὴν κεφαλὴν τῷ πελέκει· πλήξαντος δὲ τοῦ Ἡφαίστου τὴν κεφαλήν, ἐξέθορεν ἡ Ἀθηνᾶ ὡπλισμένη.
2
19. Γανυμήδης παῖς ἦν κάλλιστος, ὃν ἀφήρπασεν ὁ Ζεὺς ἵνα οἰνοχόος γένοιτο ἐν Ὀλύμπῳ· πρὸς δὲ τοῦτο ἐγένετο αἰετὸς ὁ Ζεύς. ἄρχεται δ᾽ ὁ διάλογος ἐν Ὀλύμπῳ, ἄρτι ἀναλαβόντος τοῦ Διὸς τὸ ἑαυτοῦ σχῆμα.
20. ῥάμφος· ῥύγχος, ῥυγχίον.
ἀγκύλον· οὐκ ὀρθόν, ἀλλὰ ὥσπερ ἡμίκυκλος.
22. πτηνός· πτέρυγας ἔχων, ὡς ὄρνις.
23. καταπτάμενος· πέτονται δὴ οἱ ὄρνιθες, ταῖς πτέρυξι χρώμενοι.
24. ποίμνιον ἂν εἴη, ὅπου πολλὰ πρόβατα ἢ ἄλλα βοσκήματα συλλελεγμένα εἴη. ποίμνη.
25. ἐξερρύηκε· ὅρα τὸ ἐκρέω.
27. μειράκιον καλοῖμεν ἄν τινα μειράκιον πεντεκαίδεκα ἔτη μάλιστα γεγονότα.
Page 3.
2. ἀλλάξας ἐμαυτόν· ἀλλοῖος γενόμενος.
3. Πάν· ἴσθι τὸν Πᾶνα θεὸν ὄντα, ὅνπερ θεραπεύουσιν οἵ τε βουκόλοι καὶ οἱ αἰπόλοι· καὶ ἔχει κέρατα ἐπὶ τοῦ μετώπου, ὥσπερ αἴξ, καὶ αἴγεια σκέλη· συρίττει δὲ τῇ σύριγγι.
4. σῦριγξ· ὄργανον τῆς μουσικῆς, πολλοὺς καλάμους ἔχον συνδεδεμένους.
8. σπήλαιον· ἄντρον.
ἀνδραποδιστὴς ἂν εἴη ὁ θηρῶν ἄνδρας ἐπὶ δουλείᾳ· τοῦτ᾽ ἐστὶ τὸ ἀνδραποδίζειν, οἱ δὲ δοῦλοι καλοῦνται καὶ ἀνδράποδα.
11. ὕοντος· ὕει μὲν ὁ Ζεὺς καταχέων ὑετόν, τοῦτο δ᾽ ὕδωρ ἐστί· καὶ δὴ καὶ ἀστραπὴ καὶ βροντὴ γίγνονται ἐκ νεφελῶν, ἡ μὲν πῦρ οὖσα, ἡ δὲ ψόφος.
14. χάλαζαν καλοῦμεν ὑετὸν πεπηγμένον, ὥστε γενέσθαι κρύσταλλον.
29. μηδαμῶς· μὴ λέγε οὕτως.
ποθῶ· πόθος μ᾽ ἔχει καὶ ἵμερος· ἐπιθυμῶ.
Page 4. 1. ὑπισχνοῦμαι· ἐπαγγέλλομαι ποιήσειν, ὑφίσταμαι, ὑποδέχομαι.
2. λύτρα· ἀμοιβὴν δοὺς τοῦ λύειν, καὶ μισθὸν σωτηρίας, δοίης ἂν λύτρα· ὥσπερ καὶ ἴατρα ἢ ἰατρεῖα τοῦ ἰᾶσθαι μισθὸς ἂν εἴη.
τριετής· τρία ἔτη γεγονώς· τριῶν ἐτῶν.
3. νομή· νομός· οὗπερ νέμεται τὰ βοσκήματα.
4. ἀφελής· γενναῖος ὤν τις καὶ ἄφθονος, ἀφελής ἐστιν.
ἁπλοῦς· οὐ διπλοῦς, εὐήθης.
6. _χαίρειν ἐῶμεν_ ταῦθ᾽ ἅπερ ἀφίεμεν, λανθανόμενοι ὥστε μηκέτι χρῆσθαι.
7. ἐπουράνιος· ἐν τῷ οὐρανῷ.
9. ἀμβροσία· τὸ ἀθάνατον· ἀθανασία· τροφὴ δ᾽ αὕτη τῶν θεῶν, ὥσπερ καὶ τὸ νέκταρ τῶν θεῶν πόσις.
11. ἐγχέοι τις ἂν οἶνον καὶ τὰ τοιαῦτα ἐκ τοῦ πρόχου εἰς τὰ ποτήρια καὶ ἐκπώματα.
15. ἡλικιώτης ὁ τὴν αὐτὴν ἔχων ἡλικίαν καὶ τοσαῦτα ἔτη γεγονώς.
17. ἀστράγαλοι τῷ ὄντι μὲν ὀστᾶ ἐστι τοῦ τραχήλου· ἐχρῶντο δ᾽ αὐτοῖς οἱ Ἕλληνες ὥστε κυβεύειν. ἔβαλλον γὰρ τοὺς κύβους ἐκ πύργου, καὶ οὕτως ἔπαιζον μετ᾽ ἀλλήλων. εἶχον δ᾽ οἱ κύβοι σημεῖα ἐν ἑκάστῳ προσώπῳ, ἕν, δύο, τρία, τέτταρα, πέντε, ἕξ (οἱ δ᾽ ἀστράγαλοι εἰς τὰ τέτταρα μόνον). τὰ δὲ λοιπὰ οἶσθά που· τί μήν;
18. φαιδρὸς μὲν ὁ οὐρανὸς λάμποντος ἡλίου, φαιδρὰ δ᾽ ἡ ἡμέρα, φαιδρὸν δὲ τὰ χαιρόντων ἀνθρώπων πρόσωπον.
20. χρήσιμόν τοι ᾧ χρῆσθαι πάρεστιν.
ποιμαίνουσιν οἱ ποιμένες τὰς ποίμνας.
22. οἰνοχοοῦσιν οἱ οἰνοχόοι τὸν οἶνον ἐκχέοντες.
23. τετάξῃ· τεταγμένος ἔσῃ τάξιν ἔχων.
συμπόσιον γίγνεται ὅπου ἂν συμπίνωσιν οἱ συμπόται· δῆλοι γάρ εἰσι πίνοντες ὁμοῦ.
25. κισσύβιον· ποτήριον ξύλινον ᾧ χρῶνται οἱ ἄγροικοι.
27. διακονῶ· ὑπηρετῶ· διακονεῖ δὲ διάκονος.
Page 5. 4. ὀρέγω· προτείνω, προφέρω.
3
5. Ἥφαιστος· χαλκεὺς καὶ δημιουργὸς τῶν θεῶν.
6. βρέφος· τὸ παιδίον εὐθὺς γενόμενον· γαλαθηνὸν παιδίον.
7. τεχθέν· γενόμενον· τίκτει γὰρ τὸ βρέφος ἡ μήτηρ.
μειδιῶ· γελῶ ἡσύχως ἄνευ ψόφου.
8. ἀποβησόμενον· γενησόμενον.
9. ἦ· ἆρα. μή σε λαθέτω ὁ τόνος, διαφέρει γὰρ καὶ τοῦ ἢ καὶ τοῦ ᾖ· δέδοικα δὴ μὴ ἁμάρτῃς.
10. Ἰαπετὸς πρῶτος ἦν Τιτάνων, πρεσβύτατος οὖν. σὺ δὲ τίνα λέγοις ἂν παλαιότατον τῶν ἀνθρώπων ἀγγλιστί;
πανουργία· κακουργία, ἐπεὶ πάντ᾽ ἂν ποιοίη ὁ κακοῦργος ὥστε ἔχειν ἃ ἂν βούληται.
12. ἀρτίτοκος· νεογέννητος, νεογνός· ἄρτι γεγονώς.
13. Ποσειδῶν ἀδελφὸς μὲν τοῦ τε Διὸς καὶ τοῦ Ἅιδου, βασιλεὺς δὲ τῆς θαλάττης· ἐφόρει δὲ τρίαιναν· καὶ δὴ καὶ ἡ τρίαινα ὄργανον τρεῖς ὀδόντας ἔχον, ᾧπερ ῥαχίζουσιν ἰχθῦς οἱ ἁλιῆς.
15. κολεός· ἐν ᾧ κεῖται τὸ ξίφος.
ἀφοπλίζω· ἀφαρπάζω τὰ ὅπλα.
18. σπάργανα· ἐν τούτοις αἱ τροφοὶ τυλίττουσι τὰ βρέφη, ἀντὶ ἐσθῆτος χρώμεναι.
21. ἐργαλεῖον· ὄργανον ἔργου.
24. ἐπίσκεψαι· προσβλέπειν καὶ ἐλέγχειν τὸ ἐπισκοπεῖν.
ἀκριβῶς· εὖ, καθ᾽ ἕκαστα.
25. πυράγρα· ὄργανον τοῦ τοὺς ἄνθρακας κατέχειν. οὐ γὰρ εἶδες καὶ σὺ ἐν ὑμετέρου πυράγραν παρὰ τῇ ἑστίᾳ κειμένην;
Page 6. 1. ὀξύχειρ· ὀξεῖαν χεῖρα ἔχων.
2. κλεπτική· τέχνη τῶν κλεπτῶν.
4. στωμύλος· λάλος, λαλῶν, πολλὰ λέγων.
ἐπίτροχος· τρέχων τάχιστα· ἐνταῦθα δὲ τρέχει ἡ γλῶττα τοῦ βρέφους.
5. προκαλοῦμαι· καλοῦμαι πρὸς ἅμιλλαν καὶ ἀγῶνα.
καταπαλαίω· παλαίω ὥστε καταβάλλειν τινά.
6. ὑφελών· ὑφαιρεῖ τὼ πόδε σφάλλων τίς τινα, ὥστε καταπεσεῖν χαμαί.
μεταξὺ ἐπαινούμενος· ἐν ᾧ ἐπαινοῦσιν αὐτὸν οἱ ἄλλοι.
7. Ἀφροδίτη (ῑ)· ἡ θεὸς τοῦ ἔρωτος.
κεστός· ζώνη τῆς Ἀφροδίτης.
8. ἀσπάζομαι· περιβάλλω τὰς χεῖρας.
9. κεραυνός· τοῦτον καταρρίπτει ὁ Ζεὺς ἀστράπτων τε καὶ βροντῶν.
10. ὑφείλετο· ἔκλεψεν.
11. γοργός· δεινότατος.
13. τεκμαίρομαι· ἐννοῶ χρώμενος τεκμηρίοις.
14. χελώνη· turtoise.
15. συμπήγνυμι· συζεύγνυμι βεβαίως πολλὰ εἰς ἕν.
πῆχυς· χείρ· κέρας.
ἐναρμόζω· ἐμπήγνυμι ὥστ᾽ εὖ κατακεῖσθαι.
ζυγῶ· ζεύγνυμι.
16. κόλλαβος· κόλλοψ· οἱ δὲ κόλλοπες πάτταλοι.
μαγάς· ζυγόν.
17. μελῳδῶ· μέλος ἐστὶν ᾠδή, ἡδὺς ἦχος.
18. ἐναρμόνιος· ἔχων ἁρμονίαν, εὖ ἠχῶν.
κιθαρίζω· τῇ κιθάρᾳ χρῶμαι.
21. δηλαδή· δήπου· δῆλα ταῦτα δή.
ὑπόπτερος· πτέρυγας ἔχων.
22. ῥάβδος· βακτηρία.
23. ψυχαγωγῶ· τὰς ψυχὰς ἄγω τῶν ἀποθανόντων.
24. παίγνιον· ᾧ ἂν παίζωμεν, παίγνιον τοῦτο.
25. τοιγαροῦν· διὰ ταῦτα, οὖν, ἄρα.
4
Page 7. 1. Ἥφαιστον ἤδη διηγησάμεθα δημιουργὸν εἶναι καὶ χαλκέα τῶν θεῶν· περὶ οὗ καὶ τοιάδε φασίν· χωλὸν μὲν εἶναι τὸν ἕτερον πόδα· γεγαμηκέναι δὲ τὴν Ἀφροδίτην· καὶ πεποιηκέναι θαύματα πολλά, αὐτομάτους τε δίφρους καὶ τρίποδας.
Δία δέ φασι καταπιεῖν τὴν νύμφην Μήτιδα· μετὰ δὲ ταῦτα μεταπέμψασθαι τὸν Ἥφαιστον, τούτου δὲ πλήξαντος τὴν τοῦ Διὸς κεφαλὴν τῷ πελέκει, ἀναπηδᾶν ἐκ τῆς κεφαλῆς τὴν Ἀθηνᾶν ὡπλισμένην.
4. διακόπτω· διατέμνω, σχίζω.
7. πειρᾷ· πεῖραν ποιεῖ σύ, ὥστε ἐλέγχειν· ζητεῖς.
μέμηνα· μανία μ᾽ ἔχει, μαίνομαι· παραφρονῶ· οὔκ εἰμι ἐν ἐμαυτοῦ.
10. ἀπειθῶ· οὐ πείθομαι.
11. καθικνεῖσθαι· καταπλήττειν πελέκει ἢ μάστιγι ἢ βακτηρίᾳ ἢ ἄλλῳ τινί.
μέλλομεν ποιεῖν ἃ ἂν μηκέτι ποιῶμεν, ὥστε χρόνον ἐγγίγνεσθαι. διατρίβομεν χρόνον, δέον ποιεῖν.
12. ὠδίς· ἄλγος καὶ ἀλγηδὼν καὶ ὀδύνη μεγίστη· ἀλγεῖ δὴ τὴν κεφαλὴν ὡς μάλιστα ὁ Ζεύς.
ἐγκέφαλος· τί δῆτ᾽ ἔνεστιν ἐν τῇ σῇ κεφαλῇ, ὦ παῖ; εἰδὼς γὰρ τοῦτο, εἴσῃ ὅτι ἐστὶν ὁ ἐγκέφαλος.
14. ὅρα μὴ ποιήσωμεν· δέδοικα μὴ ποιήσωμεν, ὥστε ἐπιμελοῦ καὶ φυλάττου.
15. ἀναιμωτί· ἄνευ αἵματος.
16. θαρρῶν· ἄνευ φόβου.
17. τὸ συμφέρον· ὃ συμφέρει, τὸ δέον, τὸ εὖ.
18. ἄκων· οὐχ ἑκών, οὐχ ἑκούσιος.
19. ἔνοπλος· ἐν ὅπλοις, ἔχων ὅπλα, ὡπλισμένος.
21. μῆνιγξ ὥσπερ σάκκος τις ἐστίν, ἐν ᾧ κεῖται ὁ ἐγκέφαλος.
22. ἦ που· οἶμαι.
23. πηδᾷ· ἅλλεται.
πυρριχίζει· οἱ πυρριχισταί, ὁπλῖται ὄντες, ἐχόρευον τὴν πυρρίχην, χορὸν ὄντα.
24. ἐνθουσιάζει ὁ κατεχόμενος ὑπὸ θεοῦ ἢ Νυμφῶν· ὅμοιος δ᾽ ὁ ἐνθουσιασμὸς τῇ μανίᾳ.
26. γλαυκῶπις· γλαυκοὺς ἔχουσα τοὺς ὀφθαλμούς.
ἡ κόρυς σῴζει κεφαλὴν ὁπλίτου.
27. μαίωτρα· μισθὸς τῆς γεννήσεως τοῦ βρέφους.
ἐγγυᾶν· ὁ πατὴρ ἐγγυᾷ τινι τὴν θυγατέρα ὅταν ὑπόσχηται ἐκδιδόναι αὐτὴν γυναῖκα.
Page 8. 2. τό γ᾽ ἐπ᾽ ἐμοί· ὅσον γε δύναμαι.
5
8. Ἀσκληπιός, ἄνθρωπος ὢν πρῶτον καὶ ἰατρὸς ἄριστος, εἶθ᾽ ἥρως ἐγένετο, καὶ μετὰ ταῦτα θεός. οἱ δὲ ἀεὶ νοσοῦντες ἐφοίτων ὡς αὐτὸν εἰς τὸ Ἀσκληπιεῖον, ἵνα ὑγιεῖς γένοιντο· πρὸς τοῦτο δὴ ἐνεκάθευδον ἐν τῷ Ἀσκληπιείῳ, ὡς ὑπηρετήσοντος τοῦ θεοῦ.
Τὸν δ᾽ _Ἡρακλέα_ τίς οὐκ οἶδεν ὅστις ἦν; υἱὸς μὲν ἦν Διὸς καὶ Ἀλκμήνης, ἥρως δ᾽ ἰσχυρότατος· βρέφος γὰρ ὢν ἔτι δύο δράκοντας τοῖν χεροῖν ἄγχων διέφθειρεν· ὀκτωκαίδεκα δ᾽ ἔτη γεγονὼς ἀνεῖλε τὸν ἐν Κιθαιρῶνι λέοντα· καὶ μετὰ ταῦτα πολλὰ καὶ ἄλλα ἐποίει, τοὺς λεγομένους ἄθλους, δώδεκα τὸν ἀριθμόν, ὧν πρῶτος ὁ ἐν Νεμέᾳ λέων.
10. ἐρίζω· ἔριν ποιοῦμαι· ἀγωνίζομαι.
ἀπρεπῆ τὰ μὴ πρέποντα· ταῦτα δ᾽ οὐ χρεὼν ποιεῖν.
12. φαρμακεύς· ὃς φαρμάκοις φθείρει ἢ βλάπτει.
13. προκατακλίνεσθαι· παρὰ δείπνῳ κλίνεσθαι πρότερος.
15. ἐμβρόντητος· κεραυνωθείς, κεραυνῷ πεπληγμένος. ὁ γὰρ Ἀσκληπιὸς ὑπὸ Διὸς ἐκεραυνώθη, ἐν ᾧ ἐπειρᾶτο ἰᾶσθαι τὸν Γλαῦκον, νεκρὸν ὄντα, ὥστε ἀναβιώσκεσθαι.
16. ἃ μὴ θέμις· ἃ μὴ δεῖ· οὐ γὰρ ἔξεστι ποιεῖν ζῆν τοὺς νεκρούς.
ἔλεος· οἶκτος.
17. μετείληφας· μοῖραν εἴληφας, μετέσχηκας.
19. καταφλέγω· κατακαίω. ὁ γὰρ Ἡρακλῆς ἀπέθανε τρόπῳ τοιῷδε. ἡ μὲν Δηιάνειρα, γυνὴ οὖσα τοῦ Ἡρακλέους, ζηλότυπος γενομένη, ἔχρισε χιτῶνα τῷ τοῦ Κενταύρου Νέσσου αἵματι, ὅπερ ἐφύλαττε παρ᾽ ἑαυτῇ ὡς φίλτρον δὴ ἔρωτος ὄν. τὸ δ᾽ ἦν ἰὸς τὸ αἷμα. ἐνδὺς μέντοι ὁ Ἡρακλῆς τὸν χιτῶνα ἔθυεν· θερμανθέντος δὲ τοῦ χιτῶνος ὁ ἰὸς μὲν τὸν χρῶτα ἔσηπε, ὁ δὲ τὸν χιτῶνα ἀπέσπα προσπεφυκότα τῷ σώματι· συναπεσπῶντο δ᾽ αἱ σάρκες αὐτῷ. ἀτὰρ ὁ Ἡρακλῆς πυρὰν ποιήσας ἐπέβη· ἐπιβάντος δέ τις ὑφῆψεν. οὕτω δὴ ἀπέθανεν ὁ Ἡρακλῆς.
ὀνειδίζεις· λέγεις ὡς ὄνειδος ὄν· τὸ δ᾽ ὄνειδος αἰσχρόν τι.
20. βεβίωται ἴσα· βίος ἴσος γέγονεν ἐμοί τε καὶ σοί.
21. ἐκκαθαίρω· καθαρὸν ποιῶ.
22. καταγωνίζομαι· ἀγῶνα ποιησάμενος νικῶ.
ὑβριστὴς ὑβρίζει, ὕβριν ποιούμενος.
23. τιμωροῦμαι· δίκην λαμβάνω.
ῥιζοτόμος· καὶ γὰρ ῥίζας τέμνει ὁ ἰατρὸς πρὸς τὰ φάρμακα· ἡ δὲ ῥίζα τὸ κάτω μέρος τῶν φυτῶν τὸ ἐν τῇ γῇ.
ἀγύρτης· φέναξ καὶ γόης, θαύματα μὲν ἐπαγγέλλων, ποιῶν δ᾽ οὐδὲν ὑγιές.
25. ἀνδρώδης· ἀνδρεῖος· πρέπων ἀνδρί.
ἐπιδεδειγμένος· πεποιηκώς.
26. ἔγκαυμα γίγνεται ἐν τῷ σώματι ὅταν πῦρ καύσῃ τὸ σῶμα.
ἰῶμαι· ἰᾶται ὁ ἰατρὸς ποιῶν ὑγιῆ τὸν νοσοῦντα.
27. πρῴην· τρίτη ἡμέρα αὑτηί.
ἡμίφλεκτος ἂν εἴη τις, ἐὰν κατακαῇ τὸ ἥμισυ.
διεφθαρμένος· κατατακείς, ἀπολωλώς.
Page 9. 3. ξαίνειν ἔρια, to card wool.
πορφυρίς· χιτὼν πορφυροῦς.
4. Ὀμφάλη· καὶ γὰρ ὁ Ἡρακλῆς ἤρα οὕτω τῆς Ὀμφάλης, ὥστε δοῦλος γενέσθαι αὐτῆς.
5. μελαγχολῶ· μαίνομαι. ἐνομίζετο γὰρ ὁ μανιώδης ὑπὸ μελαίνης χολῆς μαίνεσθαι.
7. ὀνήσει· ὄφελος ἔσται, ὠφελήσει· τοῦτο γὰρ τὸ ὀνίνημι.
9. Παιών· Ἀπόλλων, ἅτε ἰατρὸς ὤν.
συντριβείς· τριφθείς, θραυσθείς, ὥστε κόμματα γενέσθαι.
12. εἰκός· εὔλογον τὸ εἰκός, καὶ συγγνωστόν.
6
15. σκυθρωπός· οὐ φαιδρὸς τὸ πρόσωπον, οὐχ ἱλαρός.
16. πενθῶ· πένθος μ᾽ ἔχει, ἐν πένθει εἰμί. ὅταν γὰρ ἀποθανῶσιν οἱ φίλοι πενθοῦμεν.
Λάκων· ὁ ἐκ τῆς Λακωνικῆς· μεγίστη δὲ πόλις Λακωνική, Σπάρτη ἐστίν.
20. σχέτλιος· ἄγριος, σκληρός, δυσάλγητος, ὠμόφρων.
24. ἀκούσιος· οὐχ ἑκούσιος· ἄκων, οὐχ ἑκών.
26. δισκεύω· δισκῶ, δίσκον ῥίπτω· ὁ δὲ δίσκος κύκλος χαλκοῦς, ὃν ἔρριπτον οἱ νεανίαι καθ᾽ ἅμιλλαν.
Page 10. 1. κάκιστα ἀνέμων ἀπολούμενος· κατάρα αὕτη· ὥσπερ μὲν γὰρ λέγομεν κάκιστα ἀνθρώπων, τοῦτ᾽ ἐστὶ κακὰ πάντων μάλιστα, ὥστ᾽ οὐκ ἂν γένοιτο κάκιον, οὕτως ἐνταῦθα περὶ ἀνέμων. ὁ δὲ νοῦς, κατάρατος ἄνεμος.
φθονῶ· οἱ φθονεροὶ μισοῦσι τοὺς εὐτυχοῦντας, καὶ βούλονται αὐτοὶ εὐτυχεῖν ἀντ᾽ ἐκείνων.
2. εἴωθα· φιλῶ ποιεῖν, ποιῶ ἑκάστοτε κατ᾽ ἔθος· εἴθισμαι· διατελῶ ποιῶν.
3. Ταΰγετος· ὄρος τῆς Πελοποννήσου, μεταξὺ ὂν τῆς τε Λακωνικῆς καὶ τῆς Μεσσηνίας· ὑψηλὸν δ᾽ ἐστὶ τὸ ὄρος ὁ Ταΰγετος μυρίους πόδας μάλιστα. οἱ δὲ Σπαρτιᾶται ἐνίκησαν ἂν ῥᾳδίως τοὺς Μεσσηνίους εἴ γε μὴ διὰ τοῦτο τὸ ὄρος.
4. ἐνσείω· βίᾳ προσάγω. ὁ γὰρ Ζέφυρος βίᾳ προσέφερε τὸν δίσκον τῷ Ὑακίνθῳ.
7. κατατοξεύω· ὀιστὸν ἀφίημι ἐκ τόξων.
ἐπισπόμενος· ἀκολουθήσας, διώξας.
8. ἄχρι· οὐ λήγω διώκων, πρὶν ἂν ἀφίκωμαι πρὸς τὸ ὄρος.
9. ἐχωσάμην· χώννυμι χῶμα συγχέων γῆν ὥστε σωρὸν γενέσθαι.
Ἀμύκλαι· πόλις τῆς Λακωνικῆς, οὐ μακρὰν τῆς Σπάρτης, ἀπέχουσα δ᾽ εἴκοσιν ὡς εἰπεῖν σταδίους. ἐνταῦθα ἦν ἑορτὴ τὰ Ὑακίνθια.
10. ἄνθος· τοῦ δ᾽ ἄνθους ὄνομα Ὑάκινθος· ἔστι μὴν σημεῖα ἐπὶ τοῦ ἄνθους, ὅμοια τῷ ΑΙ ἢ τῷ ΑΙΑΙ. καὶ μὴν οἵ γε πενθοῦντες τοὺς νεκροὺς ἔκλαιον λέγοντες αἰαῖ· τοῦτο τἄρ᾽ ἐστὶ τὸ αἰάζειν, καὶ τὸ ἐπαιάζειν τῷ νεκρῷ.
13. ἀλόγως· ἄνευ λόγου καὶ νοῦ.
7
16. Λητὼ μήτηρ μὲν ἦν Ἀπόλλωνος καὶ Ἀρτέμιδος, ἔτεκε δ᾽ ἐν Δήλῳ νήσῳ· ἡ γὰρ Ἥρα ἐμίσει τὴν Λητώ, καὶ ἐδίωκε, πέμψασα τὸν δράκοντα Πυθώ· ὥστε ἐφοβεῖτο πᾶσα ἡ γῆ μὴ κακόν τι πάθῃ ὑπὸ τῆς Ἥρας, οὐδ᾽ ἔτλη οὐδεμία γῆ δέξασθαι τὴν Λητώ. ἡ δὲ Δῆλος τότε πλώιμός τις νῆσος, ἔπλει γὰρ ὥσπερ ναῦς, ἀλλ᾽ ἀδήλως ὑπὸ τοῦ ὕδατος· αὕτη δὲ δήλη γενομένη ἐδέχετο τὴν Λητὼ ἀσμένη. καὶ πρὶν τὴν Λητὼ ἀφικέσθαι εἰς τὴν Δῆλον, ἐπηξεν [typo: read 'ἔπηξεν'] ὁ Ζεὺς τὴν νῆσον καὶ ἐρρίζωσεν· ἐνταῦθα δ᾽ ἴσθι τὴν Λητὼ τεκοῦσαν τὼ παῖδε.
20. Ἥφαιστος γάρ, υἱὸς ὢν Ἥρας, χωλὸς ἦν καὶ αἰσχρός· ὥστε λέγει κατ᾽ εἰρωνείαν ἡ Λητώ, ὡς εἰκάσαι.
21. χωλός· τὸν ἔτερον πόδα οὐκ ἀρτίπους ὤν.
22. τεχνίτης· ἔμπειρος τέχνης.
κατακοσμῶ· πάντα τίθημι ἐν κόσμῳ καὶ παρασκευάζω πάσαις παρασκευαῖς.
23. σπουδάζω· θεραπεύω· τὸ δ᾽ ἐναντίον ἐστὶ τὸ καταφρονῶ.
24. ἀρρενικός· ὥσπερ ἀνήρ.
25. ὄρειος· ἐν ὄρεσιν οἰκοῦσα.
Σκυθία· ἦν γὰρ ἐν Χερρονήσῳ Ταυρικῇ ἄγριον γένος Σκυθῶν, οἱ τοὺς ξένους ἔθυον τῇ αὑτῶν θεῷ· ταύτην δὲ τὴν θεὸν ἐκάλουν Ἀρτέμιδα οἱ Ἕλληνες. περὶ δὲ τούτων πεποίηκεν ὁ Εὐριπίδης τραγῳδίαν, τὴν Ἰφιγένειαν ἐν Ταυροῖς.
26. ξενοκτονοῦσα· κτείνουσα τοὺς ξένους.
Page 11. 1. ἀνθρωποφάγοι ἀνθρώπους ἐσθίουσιν.
2. προσποιεῖται· ἀξιοῖ οἷός τ᾽ εἶναι, λόγῳ μέν, ἔργῳ δ᾽ οὔ.
3. μαντεύεται ὁ μάντις, ὢν προφήτης τῶν θεῶν· καὶ χρῆται μαντείᾳ.