Lucian's Dialogues prepared for schools

Part 2

Chapter 248 wordsPublic domain

ΕΡ. Τὸ μὲν ὅλον οὐδὲ καταλαβεῖν αὐτὴν οἷόν τε φεύγουσαν ἀεὶ διὰ τῶν ὀρῶν· εἶτα καὶ ἴδιόν τινα ἔρωτα ἤδη ἐρᾷ.

ΑΦΡ. Τίνος, ὦ τέκνον;

ΕΡ. Θήρας καὶ ἐλάφων καὶ νεβρῶν, αἱρεῖν τε διώκουσα καὶ κατατοξεύειν, καὶ ὅλως πρὸς τῷ τοιούτῳ ἐστίν· ἐπεὶ τόν γε ἀδελφὸν αὐτῆς, καίπερ τοξότην καὶ αὐτὸν ὄντα καὶ ἑκηβόλον–

ΑΦΡ. Οἶδα, ὦ τέκνον, πολλὰ ἐκεῖνον ἐτόξευσας.

9 ΠΑΝΟΠΗΣ ΚΑῚ ΓΑΛΗΝΗΣ

ΠΑΝ. Εἶδες, ὦ Γαλήνη, χθὲς οἷα ἐποίησεν ἡ Ἔρις παρὰ τὸ δεῖπνον ἐν Θετταλίᾳ, διότι οὐ καὶ αὐτὴ ἐκλήθη ἐς τὸ συμπόσιον;

ΓΑΛ. Οὐ συνειστιώμην ὑμῖν ἔγωγε· ὁ γὰρ Ποσειδῶν ἐκέλευσέ με, ὦ Πανόπη, ἀκύμαντον ἐν τοσούτῳ [Page 14] φυλάττειν τὸ πέλαγος. τί δ᾽ οὖν ἐποίησεν ἡ Ἔρις οὐ παροῦσα;

ΠΑΝ. Ἡ Θέτις μὲν ἤδη καὶ ὁ Πηλεὺς ἀπεληλύθεσαν ἐς τὸν θάλαμον, ὑπὸ τῆς Ἀμφιτρίτης καὶ τοῦ Ποσειδῶνος παραπεμφθέντες, ἡ Ἔρις δὲ ἐν τοσούτῳ λαθοῦσα πάντας – ἐδυνήθη δὲ ῥᾳδίως, τῶν μὲν πινόντων, ἐνίων δὲ κροτούντων, ἢ τῷ Ἀπόλλωνι κιθαρίζοντι ἢ ταῖς Μούσαις ᾀδούσαις προσεχόντων τὸν νοῦν – ἐνέβαλεν ἐς τὸ συμπόσιον μῆλόν τι πάγκαλον, χρυσοῦν ὅλον, ὦ Γαλήνη· ἐπεγέγραπτο δὲ “ἡ καλὴ λαβέτω”. κυλινδούμενον δὲ τοῦτο, ὥσπερ ἐξεπίτηδες, ἧκεν ἔνθα Ἥρα τε καὶ Ἀφροδίτη καὶ Ἀθηνᾶ κατεκλίνοντο. κἀπειδὴ ὁ Ἑρμῆς ἀνελόμενος ἀνεγίγνωσκε τὰ γεγραμμένα, αἱ μὲν Νηρηΐδες ἡμεῖς ἀπεσιωπήσαμεν – τί γὰρ ἔδει ποιεῖν ἐκείνων παρουσῶν; – αἱ δὲ ἀντεποιοῦντο ἑκάστη, καὶ αὑτῆς εἶναι τὸ μῆλον ἠξίουν, καὶ εἰ μή γε ὁ Ζεὺς διέστησεν αὐτάς, καὶ ἄχρι χειρῶν ἂν τὸ πρᾶγμα προὐχώρησεν. ἀλλ᾽ ἐκεῖνος, Αὐτὸς μὲν οὐ κρινῶ, φησί, περὶ τούτου, – καίτοι ἐκεῖναι αὐτὸν δικάσαι ἠξίουν – ἄπιτε δὲ ἐς τὴν Ἴδην παρὰ τὸν Πριάμου παῖδα, ὃς οἶδέ τε διαγνῶναι τὸ κάλλιστον φιλόκαλος ὤν, καὶ οὐκ ἂν ἐκεῖνος κρίναι κακῶς.

ΓΑΛ. Τί οὖν αἱ θεαί, ὦ Πανόπη;

ΠΑΝ. Τήμερον, οἶμαι, ἀπίασιν ἐς τὴν Ἴδην, καί τις ἥξει μετὰ μικρὸν ἀπαγγέλλων ἡμῖν τὴν κρατοῦσαν.

ΓΑΛ. Ἤδη σοί φημι, οὐκ ἄλλη κρατήσει τῆς Ἀφροδίτης ἀγωνιζομένης, ἢν μὴ πάνυ ὁ διαιτητὴς ἀμβλυώττῃ.

[Page 15] 10 ΘΕΩΝ ΚΡΙΣΙΣ ΖΕΥΣ, ΕΡΜΗΣ, ΗΡΑ, ΑΘΗΝΑ, ΑΦΡΟΔΙΤΗ, ΠΑΡΙΣ Η ΑΛΕΞΑΝΔΡΟΣ

ΖΕΥΣ. Ἑρμῆ, λαβὼν τουτὶ τὸ μῆλον ἄπιθι ἐς τὴν Φρυγίαν παρὰ τὸν Πριάμου παῖδα τὸν βουκόλον – νέμει δὲ τῆς Ἴδης ἐν τῷ Γαργάρῳ – καὶ λέγε πρὸς αὐτόν, ὅτι σέ, ὦ Πάρι, κελεύει ὁ Ζεύς, ἐπειδὴ καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ τοιαῦτα, δικάσαι ταῖς θεαῖς, ἥτις αὐτῶν ἡ καλλίστη ἐστί· τοῦ δὲ ἀγῶνος τὸ ἆθλον ἡ νικῶσα λαβέτω τὸ μῆλον. ὥρα δὲ ἤδη καὶ ὑμῖν αὐταῖς ἀπιέναι παρὰ τὸν δικαστήν· ἐγὼ γὰρ ἀπωθοῦμαι τὴν δίαιταν, ἅτ᾽ ἐπ᾽ ἴσης ὑμᾶς ἀγαπῶν, καὶ εἴ γε οἷόν τε ἦν, ἡδέως ἂν ἁπάσας νενικηκυίας εἶδον. καὶ δὴ καὶ ἀνάγκη, μιᾷ τὸ καλλιστεῖον ἀποδόντα, πάντως ἀπεχθάνεσθαι ταῖς πλείοσι. διὰ ταῦτα μὲν αὐτὸς οὐκ ἐπιτήδειος ὑμῖν δικαστής, ὁ δὲ νεανίας ὁ Φρύξ, ἐφ᾿ ὃν ἄπιτε, βασιλικὸς μέν ἐστι καὶ Γανυμήδους τούτου συγγενής, τἆλλα δὲ ἀφελὴς καὶ ὄρειος· οὐκ ἄν τις αὐτὸν ἀπαξιώσειε τοιαύτης θέας.

ΑΦΡ. Ἐγὼ μέν, ὦ Ζεῦ, εἰ καὶ τὸν Μῶμον αὐτὸν ἐπιστήσειας ἡμῖν δικαστήν, θαρροῦσα βαδιοῦμαι πρὸς τὴν ἐπίδειξιν· τί γὰρ ἂν καὶ μωμήσαιτό μου; χρὴ δὲ καὶ ταύταις ἀρέσκειν τὸν ἄνθρωπον.

ΗΡΑ. Οὐδ᾽ ἡμεῖς, ὦ Ἀφροδίτη, δέδιμεν, οὐδ᾽ ἐὰν ὁ Ἄρης ὁ σὸς ἐπιτραπῇ τὴν δίαιταν· ἀλλὰ δεχόμεθα καὶ τοῦτον, ὅστις ἐστί, τὸν Πάριν.

[Page 16] ΖΕΥΣ. Ἦ καὶ σοὶ ταῦτα, ὦ θύγατερ, συνδοκεῖ; τί φής; ἀποστρέφῃ καὶ ἐρυθριᾷς; ἔστι μὲν ἴδιον τὸ αἰδεῖσθαι τά γε τοιαῦτα ὑμῶν τῶν παρθένων· ἐπινεύεις δὲ ὅμως. ἄπιτε οὖν καὶ ὅπως μὴ χαλεπανεῖτε τῷ δικαστῇ αἱ νενικημέναι, μηδὲ κακὸν ἐντρίψεσθε τῷ νεανίσκῳ· οὐ γὰρ οἷόν τε ἐπ᾽ ἴσης πάσας εἶναι καλάς.

ΕΡΜ. Προΐωμεν εὐθὺ τῆς Φρυγίας, ἐγὼ μὲν ἡγούμενος, ὑμεῖς δὲ μὴ βραδέως ἀκολουθεῖτέ μοι, καὶ θαρρεῖτε· οἶδα ἐγὼ τὸν Πάριν· νεανίας ἐστὶ καλὸς καὶ τὰ τοιαῦτα κρίνειν ἱκανώτατος· οὐκ ἂν ἐκεῖνος δικάσειε κακῶς.

ΑΦΡ. Τοῦτο μὲν ἅπαν ἀγαθὸν καὶ πρὸς ἐμοῦ λέγεις, τὸ δίκαιον ἡμῖν εἶναι τὸν δικαστήν· πότερα δὲ ἄγαμός τίς ἐστιν οὗτος, ἢ καὶ γυνή τις αὐτῷ σύνεστιν;

ΕΡΜ. Οὐ παντελῶς ἄγαμος, ὦ Ἀφροδίτη.

ΑΦΡ. Πῶς λέγεις;

ΕΡΜ. Δοκεῖ τις αὐτῷ συνοικεῖν Ἰδαία γυνή, ἱκανὴ μέν, ἀγροῖκος δὲ καὶ δεινῶς ὄρειος, ἀλλ᾽ οὐ σφόδρα προσέχειν αὐτῇ ἔοικε. τίνος δ᾽ οὖν ἕνεκα ταῦτα ἐρωτᾷς;

ΑΦΡ. Ἄλλως ἠρόμην.

ΑΘ. Ἀδικεῖς, ὦ οὗτος, ἰδίᾳ ταύτῃ κοινολογούμενος.

ΕΡΜ. Οὐδέν, ὦ Ἀθηνᾶ, δεινὸν οὐδὲ καθ᾽ ὑμῶν, ἀλλ᾽ ἤρετό με εἰ ἄγαμος ὁ Πάρις ἐστίν.

ΑΘ. Ὡς δὴ τί τοῦτο πολυπραγμονοῦσα;

ΕΡΜ. Οὐκ οἶδα· φησὶ δ᾽ οὖν ὅτι ἄλλως, οὐκ ἐξεπίτηδες ἤρετο.

ΑΘ. Τί οὖν; ἄγαμός ἐστιν;

ΕΡΜ. Οὐ δοκεῖ.

[Page 17] ΑΘ. Τί δαί; τῶν πολεμικῶν ἐστιν αὐτῷ ἐπιθυμία, καὶ φιλόδοξός τις ἢ τὸ πᾶν βουκόλος;

ΕΡΜ. Τὸ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, εἰκάζειν δὲ χρὴ νέον ὄντα καὶ τούτων ὀρέγεσθαι τυχεῖν, καὶ βούλεσθαι ἂν πρῶτον αὐτὸν εἶναι κατὰ τὰς μάχας.

ΑΦΡ. Ὁρᾷς; οὐδὲν ἐγὼ μέμφομαι, οὐδὲ ἐγκαλῶ σοι τὸ πρὸς ταύτην ἰδίᾳ λαλεῖν· μεμψιμοίρων γὰρ καὶ οὐκ Ἀφροδίτης τὰ τοιαῦτα.

ΕΡΜ. Καὶ αὕτη σχεδὸν ταὐτά με ἤρετο· διὸ μὴ χαλεπῶς ἔχε μηδ᾽ οἴου μειονεκτεῖν, εἴ τι καὶ ταύτῃ κατὰ τὸ ἁπλοῦν ἀπεκρινάμην. ἀλλὰ μεταξὺ λόγων ἤδη πολὺ προϊόντες, πολὺ ἀπέχομεν τῶν ἀστέρων, καὶ σχεδόν γε κατὰ τὴν Φρυγίαν ἐσμέν. ἐγὼ δὲ καὶ τὴν Ἴδην ὁρῶ καὶ τὸ Γάργαρον ὅλον ἀκριβῶς, εἰ δὲ μὴ ἐξαπατῶμαι, καὶ αὐτὸν ὑμῶν τὸν δικαστὴν τὸν Πάριν.

ΗΡΑ. Ποῦ δέ ἐστιν; οὐ γὰρ κἀμοὶ φαίνεται.

ΕΡΜ. Ταύτῃ, ὦ Ἥρα, πρὸς τὰ λαιὰ περισκόπει, μὴ πρὸς ἄκρῳ τῷ ὄρει, παρὰ δὲ τὴν πλευράν, οὗ τὸ ἄντρον, ἔνθα τὴν ἀγέλην ὁρᾷς.

ΗΡΑ. Ἀλλ᾽ οὐχ ὁρῶ τὴν ἀγέλην.

ΕΡΜ. Πῶς φής; οὐχ ὁρᾷς βοίδια κατὰ τὸν ἐμὸν οὑτωσὶ δάκτυλον, ἐκ μέσων τῶν πετρῶν προϊόντα, καί τινα ἐκ τοῦ σκοπέλου καταθέοντα, καλαύροπα ἔχοντα, καὶ ἀνείργοντα μὴ πρόσω διασκίδνασθαι τὴν ἀγέλην;

ΗΡΑ. Ὁρῶ νῦν, εἴ γε ἐκεῖνός ἐστιν.

ΕΡΜ. Ἀλλ᾽ ἐκεῖνος. ἐπειδὴ δὲ πλησίον ἤδη ἐσμέν, ἐπὶ τῆς γῆς, εἰ δοκεῖ, καταστάντες βαδίζωμεν, [Page 18] ἵνα μὴ διαταράξωμεν αὐτὸν ἄνωθεν ἐξ ἀφανοῦς καταπτάμενοι.

ΗΡΑ. Εὖ λέγεις, καὶ οὕτω ποιῶμεν. ἐπεὶ δὲ καταβεβήκαμεν, ὥρα σοι, ὦ Ἀφροδίτη, προϊέναι καὶ ἡγεῖσθαι ἡμῖν τῆς ὁδοῦ· σὺ γὰρ ὡς τὸ εἰκὸς ἔμπειρος εἶ τοῦ χωρίου, πολλάκις, ὡς λόγος, κατελθοῦσα πρὸς Ἀγχίσην.

ΑΦΡ. Οὐ σφόδρα, ὦ Ἥρα, τούτοις ἄχθομαι τοῖς σκώμμασιν.

ΕΡΜ. Ἀλλ᾽ ἐγὼ ὑμῖν ἡγήσομαι· καὶ γὰρ αὐτὸς ἐνδιέτριψα τῇ Ἴδῃ, καὶ πολλάκις δεῦρο ἦλθον ἐς ἐπισκοπὴν τοῦ Γανυμήδους, καὶ ὁπότε γε ἤδη ὁ Ζεὺς ἐν τῷ ἀετῷ ἦν, συμπαρεπετόμην αὐτῷ καὶ συνεκούφιζον, καὶ εἴ γε μέμνημαι, ἀπὸ ταυτησὶ τῆς πέτρας αὐτὸν ἀνήρπασεν· ὁ μὲν γὰρ ἔτυχε τότε συρίζων πρὸς τὸ ποίμνιον· καταπτάμενος δὲ ὄπισθεν αὐτὸς ὁ Ζεύς, κούφως μάλα τοῖς ὄνυξι περιβαλών, καὶ τῷ στόματι τὴν ἐπὶ τῇ κεφαλῇ τιάραν ἔχων, ἀνέφερε τὸν παῖδα τεταραγμένον, καὶ τῷ τραχήλῳ ἀπεστραμμένῳ ἐς αὐτὸν ἀποβλέποντα. τότε οὖν ἐγὼ τὴν σύριγγα λαβὼν – ἀποβεβλήκει γὰρ αὐτὴν ὑπὸ τοῦ δέους – – ἀλλὰ γὰρ ὁ διαιτητὴς οὑτοσὶ πλησίον, ὥστε προσείπωμεν αὐτόν. χαῖρε, ὦ βουκόλε.

ΠΑΡ. Καὶ σύ γε, ὦ νεανίσκε. τίς δὲ ὢν δεῦρο ἀφῖξαι πρὸς ἡμᾶς; ἢ τίνας ταύτας ἄγεις τὰς γυναῖκας; οὐ γὰρ ἐπιτήδειαι ἐν ὄρεσι πλανᾶσθαι, οὕτω γε οὖσαι καλαί.

ΕΡΜ. Ἀλλ᾽ οὐ γυναῖκές εἰσιν, Ἥραν δέ, ὦ Πάρι, καὶ Ἀθηνᾶν καὶ Ἀφροδίτην ὁρᾷς, κἀμὲ τὸν Ἑρμῆν ὁ [Page 19] Ζεὺς ἀπέστειλεν. ἀλλὰ τί τρέμεις καὶ ὠχριᾷς; μὴ δέδιθι· χαλεπὸν γὰρ οὐδέν· κελεύει δέ σε δικαστὴν γενέσθαι τοῦ κάλλους αὐτῶν· Ἐπεὶ γάρ, φησί, καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ τοιαῦτα, σοὶ τὴν γνῶσιν ἐπιτρέπω, τοῦ δὲ ἀγῶνος τὸ ἆθλον εἴσῃ ἀναγνοὺς τὸ μῆλον.

ΠΑΡ. Φέρ᾽ ἴδω τί καὶ βούλεται. Ἡ ΚΑΛΗ, φησί, ΛΑΒΕΤΩ. πῶς ἂν οὖν, ὦ δέσποτα Ἑρμῆ, δυνηθείην ἐγώ, θνητὸς αὐτὸς καὶ ἀγροῖκος ὤν, δικαστὴς γενέσθαι παραδόξου θέας καὶ μείζονος ἢ κατὰ βουκόλον; τὰ γὰρ τοιαῦτα κρίνειν τῶν ἁβρῶν μᾶλλον καὶ ἀστικῶν· τὸ δὲ ἐμόν, αἶγα μὲν αἰγὸς ὁποτέρα καλλίων, καὶ δάμαλιν ἄλλης δαμάλεως, τάχ᾽ ἂν δικάσαιμι κατὰ τὴν τέχνην. αὗται δὲ πᾶσαί τε ὁμοίως καλαί, καὶ οὐκ οἶδ᾽ ὅπως ἄν τις ἀπὸ τῆς ἑτέρας ἐπὶ τὴν ἑτέραν μεταγάγοι τὴν ὄψιν ἀποσπάσας· οὐ γὰρ ἐθέλει ἀφίστασθαὶ ῥᾳδίως, ἀλλ᾽ ἔνθα ἂν ἀπερεισθῇ τὸ πρῶτον, τούτου ἔχεται, καὶ τὸ παρὸν ἐπαινεῖ· κἂν ἐπ᾽ ἄλλο μεταβῇ, κἀκεῖνο καλὸν ὁρᾷ, καὶ παραμένει, καὶ ὑπὸ τῶν πλησίον παραλαμβάνεται, καὶ ὅλως περικέχυταί μοι τὸ κάλλος αὐτῶν καὶ ὅλον περιείληφέ με καὶ ἄχθομαι, ὅτι μὴ καὶ αὐτὸς ὥσπερ ὁ Ἄργος ὅλῳ βλέπειν δύναμαι τῷ σώματι. δοκῶ δ᾽ ἄν μοι καλῶς δικάσαι πάσαις ἀποδοὺς τὸ μῆλον. καὶ γὰρ αὖ καὶ τόδε, ταύτην μὲν εἶναι συμβέβηκε τοῦ Διὸς ἀδελφὴν καὶ γυναῖκα, ταύτας δὲ θυγατέρας· πῶς οὖν οὐ χαλεπὴ καὶ οὕτως ἡ κρίσις;

ΕΡΜ. Οὐκ οἶδα· πλὴν οὐχ οἷόν τε ἀναδῦναι, πρὸς τοῦ Διὸς κεκελευσμένον.

ΠΑΡ. Ἓν τοῦτο, ὦ Ἑρμῆ, πεῖσον αὐτάς, μὴ χαλεπῶς [Page 20] ἔχειν μοι τὰς δύο τὰς νενικημένας, ἀλλὰ μόνων τῶν ὀφθαλμῶν ἡγεῖσθαι τὴν ἁμαρτίαν.

ΕΡΜ. Οὕτω φασὶ ποιήσειν· ὥρα δέ σοι ἤδη περαίνειν τὴν κρίσιν.

ΠΑΡ. Πειρασόμεθα· τί γὰρ ἂν καὶ πάθοι τις;

ΑΘ. Μὴ πρότερον σκέψῃ ταύτην, ὦ Πάρι, πρὶν ἂν τὸν κεστὸν ἀπόθηται‒φαρμακὶς γάρ ἐστι‒μή σε καταγοητεύσῃ δι᾽ αὐτοῦ· καίτοι γε ἐχρῆν μηδὲ οὕτω κεκαλλωπισμένην παρεῖναι μηδὲ τοσαῦτα ἐντετριμμένην χρώματα, ἀλλὰ μόνον τὸ κάλλος ἐπιδεικνύειν.

ΠΑΡ. Εὖ λέγουσι τὸ περὶ τοῦ κεστοῦ, καὶ ἀπόθου.

ΑΦΡ. Τί οὖν οὐχὶ καὶ σύ, ὦ Ἀθηνᾶ, τὴν κόρυν ἀφελοῦσα ψιλὴν τὴν κεφαλὴν ἐπιδεικνύς, ἀλλ᾽ ἐπισείεις τὸν λόφον καὶ τὸν δικαστὴν φοβεῖς; ἢ δέδιας μή σοι ἐλέγχηται τὸ γλαυκὸν τῶν ὀμμάτων ἄνευ τοῦ φοβεροῦ βλεπόμενον;

ΑΘ. Ἰδού σοι ἡ κόρυς αὕτη ἀφῄρηται.

ΑΦΡ. Ἰδοὺ καί σοι ὁ κεστός.

ΠΑΡ. Ὦ Ζεῦ τεράστιε, τῆς θέας, τοῦ κάλλους, τῆς ἡδονῆς. οἵα μὲν ἡ παρθένος, ὡς δὲ βασιλικὸν αὕτη καὶ σεμνὸν ἀπολάμπει καὶ ἀληθῶς ἄξιον τοῦ Διός, ὡς δὲ ὁρᾷ ἥδε ἡδέως, καὶ γλαφυρόν τι καὶ προσαγωγὸν ἐμειδίασεν‒ἀλλ᾽ ἤδη μὲν ἅλις ἔχω τῆς εὐδαιμονίας· εἰ δοκεῖ δέ, καὶ ἰδίᾳ καθ᾽ ἑκάστην ἐπιδεῖν βούλομαι, ὡς νῦν γε ἀμφίβολός εἰμι, καὶ οὐκ οἶδα πρὸς ὅ τι ἀποβλέψω, πάντη τὰς ὄψεις περισπώμενος.

ΑΦΡ. Οὕτω ποιῶμεν.

ΠΑΡ. Ἄπιτε οὖν αἱ δύο· σὺ δέ, ὦ Ἥρα, περίμενε.

ΗΡΑ. Περιμενῶ, κἀπειδάν με ἀκριβῶς ἴδῃς, ὥρα [Page 21] σοι καὶ ἄλλα ἤδη σκοπεῖν, εἰ καλά σοι καὶ τὰ δῶρα τῆς ψήφου τῆς ἐμῆς· ἢν γάρ με, ὦ Πάρι, δικάσῃς εἶναι καλήν, ἁπάσης ἔσῃ τῆς Ἀσίας δεσπότης.

ΠΑΡ. Οὐκ ἐπὶ δώροις μὲν τὰ ἡμέτερα. ἀλλ᾽ ἄπιθι· πεπράξεται γὰρ ἅπερ ἂν δοκῇ. σὺ δὲ πρόσιθι ἡ Ἀθηνᾶ.

ΑΘ. Παρέστηκά σοι, κᾆτα ἤν με, ὦ Πάρι, δικάσῃς καλήν, οὔποτε ἥττων ἄπει ἐκ μάχης, ἀλλ᾽ ἀεὶ κρατῶν· πολεμιστὴν γάρ σε καὶ νικηφόρον ἀπεργάσομαι.

ΠΑΡ. Οὐδέν, ὦ Ἀθηνᾶ, δεῖ μοι πολέμου καὶ μάχης· εἰρήνη γάρ, ὡς ὁρᾷς, τὰ νῦν ἐπέχει τὴν Φρυγίαν τε καὶ Λυδίαν καὶ ἀπολέμητος ἡμῖν ἡ τοῦ πατρὸς ἀρχή. θάρρει δέ· οὐ μειονεκτήσεις γάρ, κἂν μὴ ἐπὶ δώροις δικάζωμεν. ἀλλ᾽ ἐπίθου τὴν κόρυν· ἱκανῶς γὰρ εἶδον. τὴν Ἀφροδίτην παρεῖναι καιρός.

ΑΦΡ. Αὕτη σοι ἐγὼ πλησίον, καὶ σκόπει καθ᾽ ἓν ἀκριβῶς. εἰ δ᾽ ἐθέλεις, ὦ καλέ, καὶ τάδε μου ἄκουσον· ἐγὼ γὰρ πάλαι ὁρῶσά σε νέον ὄντα καὶ καλόν, ὁποῖον οὐκ οἶδ᾽ εἴ τινα ἕτερον ἡ Φρυγία τρέφει, μακαρίζω μὲν τοῦ κάλλους, αἰτιῶμαι δὲ τὸ μὴ ἀπολιπόντα τοὺς σκοπέλους καὶ ταυτασὶ τὰς πέτρας κατ᾽ ἄστυ ζῆν, ἀλλὰ διαφθείρειν τὸ κάλλος ἐν ἐρημίᾳ. τί μὲν γὰρ ἂν σὺ ἀπολαύσειας τῶν ὀρῶν; τί δ᾽ ἂν ἀπόναιντο τοῦ σοῦ κάλλους αἱ βόες; ἔπρεπε δὲ ἤδη σοι καὶ γεγαμηκέναι, μὴ μέντοι ἄγροικόν τινα καὶ χωρῖτιν, οἷαι κατὰ τὴν Ἴδην αἱ γυναῖκες, ἀλλά τινα ἐκ τῆς Ἑλλάδος ἢ Ἀργόθεν ἢ ἐκ Κορίνθου ἢ Λάκαιναν, οἵαπερ ἡ Ἑλένη ἐστί, νέα τε καὶ καλὴ καὶ κατ᾽ οὐδὲν ἐλάττων ἐμοῦ, καὶ τὸ δὴ μέγιστον, ἐρωτική· ἐκείνη γὰρ δή, εἰ καὶ μόνον θεάσαιτό [Page 22] σε, οἶδα ἐγὼ ὅτι πάντα ἀπολιποῦσα ἕψεταί σοι. πάντως δὲ καὶ σὺ ἀκήκοάς τι περὶ αὐτῆς.

ΠΑΡ. Οὐδέν, ὦ Ἀφροδίτη· νῦν δὲ ἡδέως ἂν ἀκούσαιμί σου τὰ πάντα διηγουμένης.

ΑΦΡ. Αὕτη θυγάτηρ μέν ἐστι Λήδας, ἐκείνης τῆς καλῆς, ἐφ᾽ ἣν ὁ Ζεὺς κατέπτη κύκνος γενόμενος.

ΠΑΡ. Ποία δὲ τὴν ὄψιν ἐστί;

ΑΦΡ. Λευκὴ μέν, οἵαν εἰκὸς ἐκ κύκνου γεγεννημένην, ἁπαλὴ δέ, ὡς ἐν ᾠῷ τραφεῖσα, γυμνὰς τὰ πολλὰ καὶ παλαιστική, καὶ οὕτω δή τι περισπούδαστος ὥστε καὶ πόλεμον ἀμφ᾽ αὐτῇ γενέσθαι, τοῦ Θησέως ἄωρον ἔτι ἁρπάσαντος. οὐ μὴν ἀλλ᾽, ἐπειδήπερ ἐς ἀκμὴν κατέστη, πάντες οἱ ἄριστοι τῶν Ἀχαιῶν ἐπὶ τὴν μνηστείαν ἀπήντησαν, προεκρίθη δὲ Μενέλεως τοῦ Πελοπιδῶν γένους· εἰ δὴ θέλοις, ἐγώ σοι καταπράξομαι τὸν γάμον.

ΠΑΡ. Πῶς φής; τὸν τῆς γεγαμημένης;

ΑΦΡ. Νέος εἶ σὺ καὶ ἄγροικος, ἐγὼ δὲ οἶδα ὡς χρὴ τὰ τοιαῦτα δρᾶν.

ΠΑΡ. Πῶς; ἐθέλω γὰρ καὶ αὐτὸς εἰδέναι.

ΑΦΡ. Σὺ μὲν ἀποδημήσεις ὡς ἐπὶ θέαν δὴ τῆς Ἑλλάδος, κἀπειδὰν ἀφίκῃ ἐς τὴν Λακεδαίμονα, ὄψεταί σε ἡ Ἑλένη, τοὐντεῦθεν δὲ ἐμὸν ἂν εἴη τὸ ἔργον, ὅπως ἐρασθήσεταί σου καὶ ἀκολουθήσει.

ΠΑΡ. Τοῦτο αὐτὸ καὶ ἄπιστον εἶναί μοι δοκεῖ, τὸ ἀπολιποῦσαν τὸν ἄνδρα ἐθελῆσαι βαρβάρῳ καὶ ξένῳ συνεκπλεῦσαι.

ΑΦΡ. Θάρρει τούτου γε ἕνεκα.

ΠΑΡ. Ὅπως μὲν ταῦτα χωρήσει, ἄδηλον, ὦ Ἀφροδίτη· [Page 23] πλὴν ἐρῶ γε ἤδη τῆς Ἑλένης, καὶ οὐκ οἶδ᾽ ὅπως καὶ ὁρᾶν αὐτὴν οἴομαι, καὶ πλέω εὐθὺ τῆς Ἑλλάδος, καὶ τῇ Σπάρτῃ ἐπιδημῶ, καὶ ἐπάνειμι ἔχων τὴν γυναῖκα, καὶ ἄχθομαι, ὅτι οὐ ταῦτα ἤδη πάντα ποιῶ.

ΑΦΡ. Μὴ πρότερον ἐρασθῇς, ὦ Πάρι, πρὶν ἐμὲ τὴν προμνήστριαν καὶ νυμφαγωγὸν ἀμείψασθαι τῇ κρίσει· πρέποι γὰρ ἂν κἀμὲ νικηφόρον ὑμῖν συμπαρεῖναι, καὶ ἑορτάζειν ἅμα καὶ τοὺς γάμους καὶ τὰ ἐπινίκια· πάντα γὰρ ἔνεστί σοι, τὸν ἔρωτα, τὸ κάλλος, τὸν γάμον, τούτου τοῦ μήλου πρίασθαι.

ΠΑΡ. Δέδοικα, μή μου ἀμελήσῃς μετὰ τὴν κρίσιν.

ΑΦΡ. Βούλει οὖν ἐπομόσωμαι;

ΠΑΡ. Μηδαμῶς, ἀλλὰ ὑπόσχου πάλιν.

ΑΦΡ. Ὑπισχνοῦμαι δή σοι τὴν Ἑλένην παραδώσειν γυναῖκα, καὶ ἀκολουθήσειν γε αὐτήν, καὶ ἀφίξεσθαι παρ᾽ ὑμᾶς ἐς τὴν Ἴλιον, καὶ αὐτὴ παρέσομαι καὶ συμπράξω τὰ πάντα.

ΠΑΡ. Οὐκοῦν ἐπὶ τούτοις δίδωμι τὸ μῆλον, ἐπὶ τούτοις λάμβανε.

11 ΑΡΕΩΣ ΚΑΙ ΕΡΜΟΥ

ΑΡ. Ἤκουσας, ὦ Ἑρμῆ, οἷα ἠπείλησεν ἡμῖν ὁ Ζεύς, ὡς ὑπεροπτικὰ καὶ ὡς ἀπίθανα; Ἢν ἐθελήσω, φησίν, ἐγὼ μὲν ἐκ τοῦ οὐρανοῦ σειρὰν καθήσω, ὑμεῖς δὲ ἀποκρεμασθέντες κατασπᾶν βιάσεσθέ με, ἀλλὰ μάτην πονήσετε· οὐ γὰρ δὴ καθελκύσετε· εἰ δὲ ἐγὼ θελήσαιμι ἀνελκύσαι, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τὴν γῆν ἅμα καὶ [Page 24] τὴν θάλατταν συναρτήσας μετεωριῶ· καὶ τἆλλα ὅσα καὶ σὺ ἀκήκοας. ἐγὼ δὲ ὅτι μὲν καθ᾽ ἕνα πάντων ἀμείνων καὶ ἰσχυρότερός ἐστιν οὐκ ἂν ἀρνηθείην, ὁμοῦ δὲ τοσούτων ὑπερφέρειν, ὡς μὴ καταπονήσειν αὐτόν, κἂν τὴν γῆν κἂν τὴν θάλατταν προσλάβωμεν, οὐκ ἂν πεισθείην.

ΕΡΜ. Εὐφήμει, ὦ Ἄρες· οὐ γαρ ἀσφαλὲς λέγειν τὰ τοιαῦτα, μὴ καὶ τι κακὸν ἀπολαύσωμεν τῆς φλυαρίας.

ΑΡ. Οἴει γάρ με πρὸς πάντας ἂν ταῦτα εἰπεῖν, ἀλλ᾽ οὐχὶ πρὸς μόνον σέ, ὃν στέγειν τἀπόρρητα ἠπιστάμην; ὃ δ᾽ οὖν μάλιστα γελοῖον ἔδοξέ μοι ἀκούοντι μεταξὺ τῆς ἀπειλῆς, οὐκ ἂν δυναίμην σιωπῆσαι πρὸς σέ· μέμνημαι γὰρ οὐ πρὸ πολλοῦ, ὁπότε ὁ Ποσειδῶν καὶ ἡ Ἥρα καὶ ἡ Ἀθηνᾶ ἐπαναστάντες ἐπεβούλευον συνδῆσαι λαβόντες αὐτόν, ὡς παντοῖος ἦν δεδιώς, καὶ ταῦτα τρεῖς ὄντας, καὶ εἰ μή γε ἡ Θέτις κατελεήσασα ἐκάλεσεν αὐτῷ σύμμαχον Βριάρεων ἑκατόγχειρα ὄντα, κἂν ἐδέδετο ἄν, αὐτῷ κεραυνῷ καὶ βροντῇ. ταῦτα λογιζομένῳ ἐπῄει μοι γελᾶν ἐπὶ τοῖς κόμποις αὐτοῦ.

ΕΡΜ. Σιώπα, φημί· οὐ γὰρ ἀσφαλὲς οὔτε σοὶ λέγειν οὔτ᾽ ἐμοὶ ἀκούειν τὰ τοιαῦτα.

12 ΔΙΟΣ ΚΑΙ ΗΛΙΟΥ

ΖΕΥΣ. Οἷα πεποίηκας, ὦ Τιτάνων κάκιστε· ἀπολώλεκας τὰ ἐν τῇ γῇ ἅπαντα, μειρακίῳ ἀνοήτῳ πιστεύσας τὸ ἅρμα, ὃς τὰ μὲν κατέφλεξεν ἐγγὺς τῆς γῆς φερόμενος, τὰ δὲ ὑπὸ κρύους διαφθαρῆναι ἐποίησε, πολὺ [Page 25] αὐτῶν ἀποκομίσας τὸ πῦρ, καὶ ὅλως οὐδὲν ὅ τι οὐ συνετάραξε καὶ ξυνέχεε, καὶ εἰ μὴ ἐγώ, συνεὶς τὸ γιγνόμενον, κατέβαλον αὐτὸν τῷ κεραυνῷ, οὐδὲ λείψανον ἀνθρώπων ἐπέμεινεν ἄν· τοιοῦτον ἡμῖν ἡνίοχον τὸν καλὸν ἐκεῖνον καὶ διφρηλάτην ἐκπέπομφας.

ΗΛ. Ἥμαρτον, ὦ Ζεῦ, ἀλλὰ μὴ χαλέπαινε, εἰ ἐπείσθην υἱῷ πολλὰ ἱκετεύοντι· πόθεν γὰρ ἂν καὶ ἤλπισα τηλικοῦτο γενήσεσθαι κακόν;

ΖΕΥΣ. Οὐκ ᾔδησθα, ὅσης ἐδεῖτο ἀκριβείας τὸ πρᾶγμα, καὶ ὡς, εἰ βραχύ τις ἐκβαίη τῆς ὁδοῦ, οἴχεται πάντα; ἠγνόεις δὲ καὶ τῶν ἵππων τὸν θυμόν, ὡς δεῖ συνέχειν ἀνάγκῃ τὸν χαλινόν; εἰ γὰρ ἐνδοίη τις, φέρονται εὐθύς, ὥσπερ καὶ τοῦτον ἐξήνεγκαν, ἄρτι μὲν ἐπὶ τὰ λαιά, μετ᾽ ὀλίγον δὲ ἐπὶ τὰ δεξιά, καὶ ἐς τὸ ἐναντίον τοῦ δρόμου ἐνίοτε, καὶ ἄνω καὶ κάτω, ὅλως ἔνθα ἐβούλοντο αὐτοί· ὁ δὲ οὐκ εἶχεν ὅ τι χρήσαιτο αὐτοῖς.

ΗΛ. Πάντα μὲν ἠπιστάμην ταῦτα, καὶ διὰ τοῦτο ἀντεῖχον ἐπὶ πολύ, καὶ οὐκ ἐπίστευον αὐτῷ τὴν ἔλασιν· ἐπεὶ δὲ κατελιπάρησε δακρύων, καὶ ἡ μήτηρ Κλυμένη μετ᾽ αὐτοῦ, ἀναβιβάσας ἐπὶ τὸ ἅρμα, ὑπεθέμην, ὅπως μὲν χρὴ βεβηκέναι αὐτόν, ἐφ᾽ ὁπόσον δὲ ἐς τὸ ἄνω ἀφέντα ὑπερενεχθῆναι, εἶτα ἐς τὸ κάταντες αὖθις ἐπινεύειν, καὶ ὡς ἐγκρατῆ εἶναι τῶν ἡνιῶν καὶ μὴ ἐφιέναι τῷ θυμῷ τῶν ἵππων· εἶπον δὲ καὶ ἡλίκος ὁ κίνδυνος, εἰ μὴ ὀρθὴν ἐλαύνοι· ὁ δέ‒παῖς γὰρ ἦν‒ἐπιβὰς τοσούτου πυρός, καὶ ἐπικύψας ἐς βάθος τοσοῦτον ἐξεπλάγη, ὡς τὸ εἰκός· οἱ δὲ ἵπποι ὡς ᾔσθοντο οὐκ ὄντα ἐμὲ τὸν ἐπιβεβηκότα, καταφρονήσαντες τοῦ μειρακίου [Page 26] ἐξετράποντο τῆς ὁδοῦ, καὶ τὰ δεινὰ ταῦτα ἐποίησαν· ὁ δὲ τὰς ἡνίας ἀφείς, οἶμαι δεδιὼς μὴ ἐκπέσῃ αὐτός, εἴχετο τῆς ἄντυγος. ἀλλὰ ἐκεῖνός τε ἤδη δέδωκε τὴν δίκην, κἀμοί, ὦ Ζεῦ, ἱκανὸν τὸ πένθος.

ΖΕΥΣ. Ἱκανὸν λέγεις, τοιαῦτα τολμήσας; νῦν μὲν οὖν συγγνώμην ἔχω σοι, ἐς δὲ τὸ λοιπόν, ἤν τι ὅμοιον παρανομήσῃς ἤ τινα τοιοῦτον σεαυτοῦ διάδοχον ἐκπέμψῃς, αὐτίκα εἴσῃ, ὁπόσον τοῦ σοῦ πυρὸς ὁ κεραυνὸς πυρωδέστερος. ὥστε ἐκεῖνον μὲν αἱ ἀδελφαὶ θαπτόντων ἐπὶ τῷ Ἠριδανῷ, ἵναπερ ἔπεσεν ἐκ τοῦ δίφρου ἐκπεσών, ἤλεκτρον ἐπ᾽ αὐτῷ δακρύουσαι, καὶ αἴγειροι γενέσθων ἐπὶ τῷ πάθει, σὺ δὲ συμπηξάμενος τὸ ἅρμα‒κατέαγε δὲ καὶ ὁ ῥυμὸς αὐτοῦ καὶ ἅτερος τῶν τροχῶν συντέτριπται‒ ἔλαυνε ὑπαγαγὼν τοὺς ἵππους. ἀλλὰ μέμνησο τούτων ἁπάντων.

13 ΑΠΟΛΛΩΝΟΣ ΚΑΙ ΕΡΜΟΥ

ΑΠ. Ἔχεις μοι εἰπεῖν, ὦ Ἑρμῆ, πότερος ὁ Κάστωρ ἐστὶ τούτων καὶ πότερος ὁ Πολυδεύκης; ἐγὼ γὰρ οὐκ ἂν διακρίναιμι αὐτούς.

ΕΡΜ. Ὁ μὲν χθὲς ἡμῖν συγγενόμενος ἐκεῖνος Κάστωρ ἦν, οὗτος δὲ Πολυδεύκης.

ΑΠ. Πῶς διαγιγνώσκεις; ὅμοιοι γάρ.

ΕΡΜ. Ὅτι οὗτος μέν, ὦ Ἄπολλον, ἔχει ἐπὶ τοῦ προσώπου τὰ ἴχνη τῶν τραυμάτων, ἃ ἔλαβε παρὰ τῶν ἀνταγωνιστῶν πυκτεύων, καὶ μάλιστα ὁπόσα ὑπὸ τοῦ Βέβρυκος Ἀμύκου ἐτρώθη τῷ Ἰάσονι συμπλέων· ἅτερος [Page 27] δὲ οὐδὲν τοιοῦτον ἐμφαίνει, ἀλλὰ καθαρός ἐστι καὶ ἀπαθὴς τὸ πρόσωπον.

ΑΠ. Ὤνησας διδάξας τὰ γνωρίσματα, ἐπεὶ τά γε ἄλλα πάντα ἴσα, τοῦ ᾠοῦ τὸ ἡμίτομον καὶ ἀστὴρ ἀνωθε καὶ ἀκόντιον ἐν τῇ χειρὶ καὶ ἵππος ἑκατέρῳ λευκός, ὥστε πολλάκις ἐγὼ τὸν μὲν προσεῖπον Κάστορα Πολυδεύκην ὄντα, τὸν δὲ τῷ τοῦ Πολυδεύκους ὀνόματι. ἀτὰρ εἰπέ μοι καὶ τόδε, τί δήποτε οὐκ ἄμφω σύνεισιν ἡμῖν, ἀλλ᾽ ἐξ ἡμισείας ἄρτι μὲν νεκρός, ἄρτι δὲ θεός ἐστιν ἅτερος αὐτῶν;

ΕΡΜ. Ὑπὸ φιλαδελφίας τοῦτο ποιοῦσιν· ἐπεὶ γὰρ ἔδει ἕτερον μὲν τεθνάναι τῶν Λήδας υἱέων, ἕτερον δὲ ἀθάνατον εἶναι, ἐνείμαντο οὕτως αὐτοὶ τὴν ἀθανασίαν.

ΑΠ. Οὐ συνετήν, ὦ Ἑρμῆ, τὴν νομήν, οἵ γε οὐδὲ ὄψονται οὕτως ἀλλήλους, ὅπερ ἐπόθουν, οἶμαι, μάλιστα· πῶς γάρ, ὁ μὲν παρὰ θεοῖς, ὁ δὲ παρὰ τοῖς νεκροῖς ὤν; πλὴν ἀλλ᾽ ὥσπερ ἐγὼ μαντεύομαι, ὁ δὲ Ἀσκληπιὸς ἰᾶται, σὺ δὲ παλαίειν διδάσκεις παιδοτρίβης ἄριστος ὤν, καὶ τῶν ἄλλων ἕκαστος ἔχει τινὰ τέχνην ἢ θεοῖς ἢ ἀνθρώποις χρησίμην, οὗτοι δὲ τί ποιήσουσιν ἡμῖν; ἢ ἀργοὶ εὐωχήσονται τηλικοῦτοι ὄντες;

ΕΡΜ. Οὐδαμῶς, ἀλλὰ προστέτακται αὐτοῖν ὑπηρετεῖν τῷ Ποσειδῶνι καὶ καθιππάζεσθαι δεῖ τὸ πέλαγος, καὶ ἐάν που ναύτας χειμαζομένους ἴδωσιν, ἐπικαθίσαντας ἐπὶ τὸ πλοῖον σῴζεὶν τοὺς ἐμπλέοντας.

ΑΠ. Ἀγαθήν, ὦ Ἑρμῆ, καὶ σωτήριον λέγεις τὴν τέχνην.

[Page 28] ΕΝΑΛΙΟΙ ΔΙΑΛΟΓΟΙ

1

ΔΩΡΙΔΟΣ ΚΑΙ ΓΑΛΑΤΕΙΑΣ

ΔΩΡ. Καλὸν ἐραστήν, ὦ Γαλάτεια, τὸν Σικελὸν τοῦτον ποιμένα φασὶν ἐπιμεμηνέναι σοί.

ΓΑΛ. Μὴ σκῶπτε, Δωρί· Ποσειδῶνος γὰρ υἱός ἐστιν, ὁποῖος ἂν ᾖ.

ΔΩΡ. Τί οὖν; εἰ καὶ τοῦ Διὸς αὐτοῦ παῖς ὢν ἄγριος οὕτω καὶ λάσιος ἐφαίνετο, καί, τὸ πάντων ἀμορφότατον, μονόφθαλμος, οἴει τὸ γένος ἄν τι ὀνῆσαι αὐτὸν πρὸς τὴν μορφὴν;

ΓΑΛ. Οὔτε τὸ λάσιον αὐτοῦ καὶ ἄγριον, ὡς φής, ἄμορφόν ἐστιν–ἀνδρῶδες γάρ‒ὅ τε ὀφθαλμὸς ἐπιπρέπει τῷ μετώπῳ οὐδὲν ἐνδεέστερον ὁρῶν ἢ εἰ δύ᾽ ἦσαν.

ΔΩΡ. Ἔοικας, ὦ Γαλάτεια, οὐκ ἐραστὴν ἀλλ᾽ ἐρώμενον ἔχειν τὸν Πολύφημον, οἷα ἐπαινεῖς αὐτόν.

ΓΑΛ. Οὐκ ἐρώμενον, ἀλλὰ τὸ πάνυ ὀνειδιστικὸν τοῦτο οὐ φέρω ὑμῶν, καί μοὶ δοκεῖτε ὑπὸ φθόνου αὐτὸ ποιεῖν, ὅτι ποιμαίνων ποτέ, ἀπὸ τῆς σκοπῆς παιζούσας ἡμᾶς ἰδὼν ἐπὶ τῆς ᾐόνος, ἐν ταῖς ῥίζαις τῆς Αἴτνης, καθ᾽ ὃ μεταξὺ τοῦ ὄρους καὶ τῆς θαλάττης αἰγιαλὸς ἀπομηκύνεται, ὑμᾶς μὲν οὐδὲ προσέβλεψεν, ἐγὼ δὲ ἐξ ἁπασῶν ἡ καλλίστη ἔδοξα, καὶ μόνῃ ἐμοὶ ἐπεῖχε τὸν ὀφθαλμόν. ταῦτα ὑμᾶς ἀνιᾷ· δεῖγμα γάρ, ὡς ἀμείνων εἰμί, ὑμεῖς δὲ παρώφθητε.

[Page 29] ΔΩΡ. Εἰ ποιμένι καὶ ἐνδεεῖ τὴν ὄψιν καλὴ ἔδοξας, ἐπίφθονος οἴει γεγονέναι; καίτοι τί ἄλλο ἐν σοὶ ἐπαινέσαι εἶχεν ἢ τὸ λευκὸν μόνον; καὶ τοῦτο, οἶμαι, ὅτι συνήθης ἐστὶ τυρῷ καὶ γάλακτι· πάντα οὖν τὰ ὅμοια τούτοις ἡγεῖται καλά. ἐπεὶ τά γε ἄλλα ὁπόταν ἐθελήσῃς μαθεῖν, οἵα τυγχάνεις οὖσα τὴν ὄψιν, ἀπὸ πέτρας τινός, εἴ ποτε γαλήνη εἴη, ἐπικύψασα ἐς τὸ ὕδωρ ἰδὲ σεαυτὴν οὐδὲν ἄλλο ἢ χρόαν λευκὴν ἀκριβῶς· οὐκ ἐπαινεῖται δὲ τοῦτο, ἢν μὴ ἐπιπρέπῃ αὐτῷ καὶ τὸ ἐρύθημα.

ΓΑΛ. Καὶ μὴν ἐγὼ μὲν ἡ ἀκράτως λευκὴ ὅμως ἐραστὴν ἔχω οἱονδήποτε· ὑμῶν δὲ οὐκ ἔστιν ἥντινα ἢ ποιμὴν ἢ ναύτης ἢ πορθμεὺς ἐπαινεῖ· ὁ δέ γε Πολύφημος τά τε ἄλλα καὶ μουσικὸς ἐστι.

ΔΩΡ. Σιώπα, ὦ Γαλάτεια· ἠκούσαμεν αὐτοῦ ᾄδοντος ὁπότε ἐκώμασε πρῴην ἐπὶ σέ· Ἀφροδίτη φίλη, ὄνον ἄν τις ὀγκᾶσθαι ἔδοξε. καὶ μὴν αὐτή γε ἡ πηκτὶς οἵα· κρανίον ἐλάφου γυμνὸν τῶν σαρκῶν, καὶ τὰ μὲν κέρατα ὥσπερ πήχεις ἦν, ζυγώσας δὲ αὐτὰ καὶ ἐνάψας τὰ νεῦρα, οὐδὲ κόλλοπι περιστρέψας, ἐμελῴδει ἄμουσόν τι καὶ ἀπῳδόν, ἄλλο μὲν αὐτὸς βοῶν, ἄλλο δὲ τῆς λύρας ὑπηχούσης, ὥστε οὐδὲ κατέχειν τὸν γέλωτα ἐδυνάμεθα ἐπὶ τῷ ἐρωτικῷ ἐκείνῳ ᾄσματι· ἡ μὲν γὰρ Ἠχὼ οὐδὲ ἀποκρίνεσθαι αὐτῷ ἤθελεν βρυχωμένῳ καίπερ οὕτω λάλος οὖσα, ἀλλ᾽ ᾐσχύνετο, εἰ φανείη μιμουμένη τραχεῖαν ᾠδὴν καὶ καταγέλαστον. ἔφερε δὲ ὁ φίλτατος ἐν ταῖς ἀγκάλαις ἀθυρμάτιον ἄρκτου σκύλακα, τὸ λάσιον αὐτῷ προσεοικότα. τίς οὖν οὐκ ἂν φθονήσειέ σοι, ὦ Γαλάτεια, τοιούτου ἐραστοῦ;

[Page 30] ΓΑΛ. Οὐκοῦν σύ, Δωρί, δεῖξον ἡμῖν τὸν σεαυτῆς, καλλίω δήπου ὄντα, καὶ ᾠδικώτερον, καὶ κιθαρίζειν ἄμεινον ἐπιστάμενον.

ΔΩΡ. Ἀλλ᾽ ἐραστὴς μὲν οὐδεὶς ἔστι μοι, οὐδὲ σεμνύνομαι ἔχειν· τοιοῦτος δὲ οἷος ὁ Κύκλωψ ἐστί, ὠμοφάγος, ὥς φασι, καὶ σιτούμενος τοὺς ἐπιδημοῦντας τῶν ξένων, σοὶ γένοιτο καὶ σὺ ἀντερῴης αὐτοῦ.

2 ΚΥΚΛΩΠΟΣ ΚΑΙ ΠΟΣΕΙΔΩΝΟΣ

ΚΥΚ. Ὦ πάτερ, οἷα πέπονθα ὑπὸ τοῦ καταράτου ξένου, ὃς μεθύσας ἐξετύφλωσέ με κοιμωμένῳ ἐπιχειρήσας.

ΠΟΣ. Τίς δὲ ἦν ὁ ταῦτα τολμήσας, ὦ Πολύφημε;

ΚΥΚ. Τὸ μὲν πρῶτον Οὖτιν αὑτὸν ἀπεκάλει, ἐπεὶ δὲ διέφυγε καὶ ἔξω ἦν βέλους, Ὀδυσσεὺς ὀνομάζεσθαι ἔφη.

ΠΟΣ. Οἶδα ὃν λέγεις, τὸν Ἰθακήσιον· ἐξ Ἰλίου δ᾽ ἀνέπλει. ἀλλὰ πῶς ταῦτα ἔπραξεν οὐδὲ πάνυ εὐθαρσὴς ὤν;

ΚΥΚ. Κατέλαβον ἐν τῷ ἄντρῳ ἀπὸ τῆς νομῆς ἀναστρέψας πολλούς τινας, ἐπιβουλεύοντας (δῆλον ὅτι) τοῖς ποιμνίοις· ἐπεὶ γὰρ ἐπέθηκα τῇ θύρᾳ τὸ πῶμα‒ πέτρα δέ ἐστι παμμεγέθης‒καὶ τὸ πῦρ ἀνέκαυσα, ἐναυσάμενος ὃ ἔφερον δένδρον ἀπὸ τοῦ ὄρους, ἐφάνησαν ἀποκρύπτειν αὑτοὺς πειρώμενοι· ἐγὼ δὲ συλλαβών τινας αὐτῶν, ὥσπερ εἰκὸς ἦν, κατέφαγον λῃστάς γε ὄντας. ἐνταῦθα ὁ πανουργότατος ἐκεῖνος, εἴτε Οὖτις [Page 31] εἴτε Ὀδυσσεὺς ἦν, δίδωσί μοι πιεῖν φάρμακόν τι ἐγχέας, ἡδὺ μὲν καὶ εὔοσμον, ἐπιβουλότατον δὲ καὶ ταραχωδέστατον· ἅπαντα γὰρ εὐθὺς ἐδόκει μοι περιφέρεσθαι πιόντι, καὶ τὸ σπήλαιον αὐτὸ ἀνεστρέφετο, καὶ οὐκέτι ὅλως ἐν ἐμαυτοῦ ἤμην, τέλος δὲ ἐς ὕπνον ἔπεσον. ὁ δὲ ἀποξύνας τὸν μοχλόν, καὶ πυρώσας γε προσέτι, ἐτύφλωσέ με καθεύδοντα, καὶ ἀπ᾿ ἐκείνου τυφλός εἰμί σοι, ὦ Πόσειδον.

ΠΟΣ. Ὡς βαθὺν ἐκοιμήθης, ὦ τέκνον, ὃς οὐκ ἐξέθορες μεταξὺ τυφλούμενος. ὁ δ᾽ οὖν Ὀδυσσεὺς πῶς διέφυγεν; οὐ γὰρ ἂν (εὖ οἶδ᾽ ὅτι) ἠδυνήθη ἀποκινῆσαι τὴν πέτραν ἀπὸ τῆς θύρας.

ΚΥΚ. Ἀλλ᾽ ἐγὼ ἀφεῖλον, ὡς ῥᾷον αὐτὸν λάβοιμι ἐξιόντα, καὶ καθίσας παρὰ τὴν θύραν ἐθήρων, τὰς χεῖρας ἐκπετάσας, μόνα παρεὶς τὰ πρόβατα ἐς τὴν νομήν, ἐντειλάμενος τῷ κριῷ ὁπόσα ἐχρῆν πράττειν αὐτὸν ὑπὲρ ἐμοῦ.

ΠΟΣ. Μανθάνω· ὑπ᾽ ἐκείνοις ἔλαθον ὑπεξελθόντες· σὲ δὲ τοὺς ἄλλους Κύκλωπας ἔδει ἐπιβοήσασθαι ἐπ᾽ αὐτόν.

ΚΥΚ. Συνεκάλεσα, ὦ πάτερ, καὶ ἧκον· ἐπεὶ δὲ ἤροντο τοῦ ἐπιβουλεύοντος τοὔνομα, κἀγὼ ἔφην ὅτι Οὖτίς ἐστι, μελαγχολᾶν οἰόμενοί με ᾤχοντο ἀπιόντες. οὕτω ἐξηπάτα με ὁ κατάρατος τῷ ὀνόματι. καὶ τόδε μάλιστα ἡνίασέ με, ὅτι καὶ ὀνειδίζων μοὶ τὴν συμφοράν, Οὐδὲ ὁ πατήρ, φησίν, ὁ Ποσειδῶν ἰάσεταί σε.

ΠΟΣ. Θάρρει, ὦ τέκνον· ἀμυνοῦμαι γὰρ αὐτόν, ὡς μάθῃ, ὅτι καὶ εἰ πήρωσίν μοι ὀφθαλμῶν ἰᾶσθαι ἀδύνατον, τὰ γοῦν τῶν πλεόντων, τό τε σῴζειν αὐτοὺς καὶ ἀπολλύναι, ἐπ᾽ ἐμοί ἐστι· πλεῖ δὲ ἔτι.

[Page 32] 3 ΠΟΣΕΙΔΩΝΟΣ ΚΑΙ ΑΛΦΕΙΟΥ

ΠΟΣ. Τί τοῦτο, Ἀλφειέ; μόνος τῶν ἄλλων ἐμπεσὼν ἐς τὸ πέλαγος οὔτε ἀναμείγνυσαι τῇ ἅλμῃ, ὡς ἔθος ποταμοῖς ἅπασιν, οὔτε ἀναπαύεις σεαυτὸν διαχυθείς, ἀλλὰ διὰ τῆς θαλάττης συνεστὼς καὶ γλυκὺ φυλάττων τὸ ῥεῖθρον, ἀμιγὴς ἔτι καὶ καθαρὸς ἐπείγῃ οὐκ οἶδα ὅπου βύθιος ὑποδύς, καθάπερ οἱ λάροι καὶ ἐρῳδιοί; καὶ ἔοικας ἀνακύψειν που καὶ αὖθις ἀναφανεῖν σεαυτόν.

ΑΛΦ. Ἐρωτικόν τι τὸ πρᾶγμά ἐστιν, ὦ Πόσειδον, ὥστε μὴ ἔλεγχε· ἠράσθης δὲ καὶ αὐτὸς πολλάκις.

ΠΟΣ. Γυναικός, ὦ Ἀλφειέ, ἢ νύμφης ἐρᾷς ἢ καὶ τῶν Νηρηΐδων αὐτῶν μιᾶς;

ΑΛΦ. Οὔκ, ἀλλὰ πηγῆς, ὦ Πόσειδον.

ΠΟΣ. Ἡ δὲ ποῦ σοι γῆς ῥεῖ;

ΑΛΦ. Νησιῶτίς ἐστι Σικελή· Ἀρέθουσαν αὐτὴν καλοῦσιν.

ΠΟΣ. Οἶδα οὐκ ἄμορφον, ὦ Ἀλφειέ, τὴν Ἀρέθουσαν, ἀλλὰ διαυγής τέ ἐστι καὶ διὰ καθαροῦ ἀναβλύζει καὶ τὸ ὕδωρ ἐπιπρέπει ταῖς ψηφῖσιν ὅλον ὑπὲρ αὐτῶν φαινόμενον ἀργυροειδές.

ΑΛΦ. Ὡς ἀληθῶς οἶσθα τὴν πηγήν, ὦ Πόσειδον, παρ᾽ ἐκείνην οὖν ἀπέρχομαι.

ΠΟΣ. Ἀλλ᾽ ἄπιθι μὲν καὶ εὐτύχει ἐν τῷ ἔρωτι· ἐκεῖνο δέ μοι εἰπέ, ποῦ τὴν Ἀρέθουσαν εἶδες, αὐτὸς μὲν Ἀρκὰς ὤν, ἡ δὲ ἐν Συρακούσαις ἐστίν; [Page 33]