The Works of the Emperor Julian, Vol. 2

Part 18

Chapter 182,442 wordsPublic domain

Κἀκεῖνο δ᾽ ἄξιον ἐννοεῖν, ὅσοι παρὰ τῶν ἔμπροσθεν ἀνάλωνται λόγοι περὶ τοῦ φύσει κοινωνικὸν εἶναι ζῷον τὸν ἄνθρωπον, ἡμεῖς οὖν οἱ ταῦτα εἰπόντες καὶ διατάξαντες ἀκοινωνήτως πρὸς τοὺς πλησίον ἕξομεν; ἐκ δὴ τῶν τοιούτων ἠθῶν τε καὶ ἐπιτηδευμάτων ἕκαστος ἡμῶν ὁρμώμενος εὐλαβείας τῆς εἰς τοὺς θεούς, [293] χρηστότητος τῆς εἰς ἀνθρώπους, ἁγνείας τῆς περὶ τὸ σῶμα, τὰ τῆς εὐσεβείας ἔργα πληρούτω, πειρώμενος δὲ ἀεί τι περὶ τῶν θεῶν εὐσεβὲς διανοεῖσθαι καὶ μετά τινος ἀποβλέπων εἰς τὰ ἱερὰ τῶν θεῶν καὶ τὰ ἀγάλματα τιμῆς καὶ ὁσιότητος, σεβόμενος ὥσπερ ἂν εἰ παρόντας ἑώρα τοὺς θεούς. ἀγάλματα γὰρ καὶ βωμοὺς καὶ πυρὸς ἀσβέστου φυλακὴν καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα σύμβολα οἱ πατέρες ἔθεντο τῆς παρουσίας τῶν θεῶν, [B] οὐχ ἵνα ἐκεῖνα θεοὺς νομίσωμεν, ἀλλ᾽ ἵνα δι᾽ αὐτῶν τοὺς θεοὺς θεραπεύσωμεν. ἐπειδὴ γὰρ ἡμᾶς ὄντας ἐν σώματι σωματικῶς(507) ἔδει ποιεῖσθαι τοῖς θεοῖς καὶ τὰς λατρείας, ἀσώματοι δέ εἰσιν αὐτοί· πρῶτα μὲν ἔδειξαν ἡμῖν ἀγάλματα τὸ δεύτερον ἀπὸ τοῦ πρώτου τῶν θεῶν γένος περὶ πάντα τὸν οὐρανὸν κύκλῳ περιφερόμενον. [C] δυναμένης δὲ οὐδὲ τούτοις ἀποδίδοσθαι τῆς θεραπείας σωματικῶς· ἀπροσδεᾶ γάρ ἐστι φύσει· ἕτερον(508) ἐπὶ γῆς ἐξηυρέθη γένος ἀγαλμάτων, εἰς ὃ τὰς θεραπείας ἐκτελοῦντες ἑαυτοῖς εὐμενεῖς τοὺς θεοὺς καταστήσομεν. ὥσπερ γὰρ οἱ τῶν βασιλέων θεραπεύοντες εἰκόνας, οὐδὲν δεομένων, ὅμως ἐφέλκονται τὴν εὔνοιαν εἰς ἑαυτούς, οὕτων καὶ οἱ θεῶν θεραπεύοντες τὰ ἀγάλματα, [D] δεομένων οὐδὲν τῶν θεῶν, ὅμως πείθουσιν αὐτοὺς ἐπαμύνειν σφίσι καὶ κήδεσθαι· δεῖγμα γάρ ἐστιν ὡς ἀληθῶς ὁσιότητος ἡ περὶ τὰ δυνατὰ προθυμία, καὶ ὁ ταύτην πληρῶν εὔδηλον ὅτι μειζόνως ἐκείνην ἀποδίδωσιν, ὁ δὲ τῶν δυνατῶν ὀλιγωρῶν, εἶτα προσποιούμενος τῶν ἀδυνάτων ὀρέγεσθαι δῆλός ἐστιν [294] οὐκ ἐκεῖνα μεταδιώκων, ἀλλὰ ταῦτα παρορῶν· οὐδὲ γάρ, εἰ μηδενὸς ὁ θεὸς δεῖται, διὰ τοῦτο οὐδὲν αὐτῷ προσοιστέον· οὐδὲ γὰρ τῆς διὰ λόγων εὐφημίας δεῖται. τί οὖν; εὔλογον αὐτὸν ἀποστερῆσαι καὶ ταύτης; [B] οὐδαμῶς. οὐκ ἄρα οὐδὲ τῆς διὰ τῶν ἔργων εἰς αὐτὸν γιγνομένης τιμῆς, ἧς ἐνομοθέτησαν οὐκ ἐνιαυτοὶ τρεῖς οὐδὲ τρισχίλιοι, πᾶς δὲ ὁ προλαβὼν αἰὼν ἐν πᾶσι τοῖς τῆς γῆς ἔθνεσιν.

(It is proper also to bear in mind how many discourses have been devoted by men in the past to show that man is by nature a social animal. And shall we, after, asserting this and enjoining it, bear ourselves unsociably to our neighbours? Then let everyone make the basis of his conduct moral virtues, and actions like these, namely reverence towards the gods, benevolence towards men, personal chastity; and thus let him abound in pious acts, I mean by endeavouring always to have pious thoughts about the gods, and by regarding the temples and images of the gods with due honour and veneration, and by worshipping the gods as though he saw them actually present. For our fathers established images and altars, and the maintenance of undying fire, and, generally speaking, everything of the sort, as symbols of the presence of the gods, not that we may regard such things as gods, but that we may worship the gods through them. For since being in the body it was in bodily wise that we must needs perform our service to the gods also, though they are themselves without bodies; they therefore revealed to us in the earliest images the class of gods next in rank to the first, even those that revolve in a circle about the whole heavens. But since not even to these can due worship be offered in bodily wise—for they are by nature not in need of anything(509)—another class of images was invented on the earth, and by performing our worship to them we shall make the gods propitious to ourselves. For just as those who make offerings to the statues of the emperors, who are in need of nothing, nevertheless induce goodwill towards themselves thereby, so too those who make offerings to the images of the gods, though the gods need nothing, do nevertheless thereby persuade them to help and to care for them. For zeal to do all that is in one’s power is, in truth, a proof of piety, and it is evident that he who abounds in such zeal thereby displays a higher degree of piety; whereas he who neglects what is possible, and then pretends to aim at what is impossible, evidently does not strive after the impossible, since he overlooks the possible. For even though God stands in need of nothing, it does not follow that on that account nothing ought to be offered to him. He does not need the reverence that is paid in words. What then? Is it rational to deprive him of this also? By no means. It follows then that one ought not to deprive him either of the honour that is paid to him through deeds, an honour which not three years or three thousand years have ordained, but all past time among all the nations of the earth.)

[C] Ἀφορῶντες οὖν εἰς τὰ τῶν θεῶν ἀγάλματα μή τοι νομίζωμεν αὐτὰ λίθους εἶναι μηδὲ ξύλα, μηδὲ μέντοι τοὺς θεοὺς αὐτοὺς εἶναι ταῦτα. καὶ γὰρ οὐδὲ τὰς βασιλικὰς εἰκόνας ξύλα καὶ λίθον καὶ χαλκὸν λέγομεν, οὐ μὴν οὐδὲ αὐτοὺς τοὺς βασιλέας, ἀλλὰ εἰκόνας βασιλέων. ὅστις οὖν ἐστι φιλοβασιλεὺς ἡδέως ὁρᾷ τὴν τοῦ βασιλέως εἰκόνα, καὶ ὅστις ἐστὶ [D] φιλόπαις ἡδέως ὁρᾷ τὴν τοῦ παιδός, καὶ ὅστις φιλοπάτωρ τὴν τοῦ πατρός. οὐκοῦν καὶ ὅστις φιλόθεος ἡδέως εἰς τὰ τῶν θεῶν ἀγάλματα καὶ τὰς εἰκόνας ἀποβλέπει, σεβόμενος ἅμα καὶ φρίττων ἐξ ἀφανοῦς ὁρῶντας εἰς αὐτὸν τοὺς θεούς. εἴ τις οὖν οἴεται δεῖν αὐτὰ μηδὲ φθείρεσθαι διὰ τὸ θεῶν ἅπαξ εἰκόνας κληθῆναι, παντελῶς ἄφρων εἶναί μοι φαίνεται. χρῆν γὰρ δήπουθεν αὐτὰ μηδὲ [295] ὑπὸ ἀνθρώπων γενέσθαι. τὸ δὲ ὑπ᾽ ἀνδρὸς σοφοῦ καὶ ἀγαθοῦ γενόμενον ὑπὸ ἀνθρώπου πονηροῦ καὶ ἀμαθοῦς φθαρῆναι δύναται. τὰ δὲ ὑπὸ τῶν θεῶν ζῶντα ἀγάλματα κατασκευασθέντα τῆς ἀφανοῦς αὐτῶν οὐσίας, οἱ περὶ τὸν οὐρανὸν κύκλῳ φερόμενοι θεοί, μένει τὸν ἀεὶ χρόνον ἀίδια. μηδεὶς οὖν ἀπιστείτω θεοῖς ὁρῶν καὶ ἀκούων, ὡς ἐνύβρισάν τινες εἰς τὰ ἀγάλματα καὶ τοὺς ναούς. ἆρ᾽ οὐκ ἀνθρώπους χρηστοὺς ἀπέκτειναν πολλοί, [B] καθάπερ Σωκράτη καὶ Δίωνα καὶ τὸν μέγαν Ἐμπεδότιμον; ὧν εὖ οἶδ᾽ ὅτι μᾶλλον ἐμέλησε τοῖς θεοῖς. ἀλλ᾽ ὁρᾶτε, ὅτι καὶ τούτων φθαρτὸν εἰδότες τὸ σῶμα συνεχώρησαν εἶξαι τῇ φύσει καὶ ὑποχωρῆσαι, δίκην δὲ ἀπῄτησαν ὕστερον παρὰ τῶν κτεινάντων. ὃ δὴ συνέβη φανερῶς ἐφ᾽ ἡμῶν ἐπὶ πάντων τῶν ἱεροσύλων.

(Therefore, when we look at the images of the gods, let us not indeed think they are stones or wood, but neither let us think they are the gods themselves; and indeed we do not say that the statues of the emperors are mere wood and stone and bronze, but still less do we say they are the emperors themselves. He therefore who loves the emperor delights to see the emperor’s statue, and he who loves his son delights to see his son’s statue, and he who loves his father delights to see his father’s statue. It follows that he who loves the gods delights to gaze on the images of the gods, and their likenesses, and he feels reverence and shudders with awe of the gods who look at him from the unseen world. Therefore if any man thinks that because they have once been called likenesses of the gods, they are incapable of being destroyed, he is, it seems to me, altogether foolish; for surely in that case they were incapable of being made by men’s hands. But what has been made by a wise and good man can be destroyed by a bad and ignorant man. But those beings which were fashioned by the gods as the living images of their invisible nature, I mean the gods who revolve in a circle in the heavens, abide imperishable for all time. Therefore let no man disbelieve in gods because he sees and hears that certain persons have profaned their images and temples. Have they not in many cases put good men to death, like Socrates and Dio and the great Empedotimus?(510) And yet I am very sure that the gods cared more for these men than for the temples. But observe that since they knew that the bodies even of these men were destructible, they allowed them to yield to nature and to submit, but later on they exacted punishment from their slayers; and this has happened in the sight of all, in our own day also, in the case of all who have profaned the temples.)

Μηδεὶς οὖν ἀπατάτω λόγοις μηδὲ ταραττέτω περὶ τῆς προνοίας ἡμᾶς. [C] οἱ γὰρ ἡμῖν ὀνειδίζοντες τὰ τοιαῦτα, τῶν Ἰουδαίων οἱ προφῆται, τί περὶ τοῦ νεὼ φήσουσι τοῦ παρ᾽ αὐτοῖς τρίτον ἀνατραπέντος, ἐγειρομένου δὲ οὐδὲ νῦν; ἐγὼ δὲ εἶπον οὐκ ὀνειδίζων ἐκείνοις, ὅς γε τοσούτοις ὕστερον χρόνοις ἀναστήσασθαι διενοήθην αὐτὸν εἰς τιμὴν τοῦ κληθέντος ἐπ᾽ αὐτῷ θεοῦ· νυνὶ δὲ ἐχρησάμην αὐτῷ δεῖξαι βουλόμενος, [D] ὅτι τῶν ἀνθρωπίνων οὐδὲν ἄφθαρτον εἶναι δύναται καὶ οἱ τὰ τοιαῦτα γράφοντες ἐλήρουν προφῆται, γρᾳδίοις ψυχροῖς ὁμιλοῦντεσ. οὐδὲν δὲ οἶμαι κωλύει τὸν μὲν θεὸν εἶναι μέγαν, οὐ μὴν σπουδαίων προφητῶν οὐδὲ ἐξηγητῶν τυχεῖν. αἴτιον δέ, ὅτι τὴν ἑαυτῶν ψυχὴν οὐ παρέσχον ἀποκαθῆραι τοῖς ἐγκυκλίοις μαθήμασιν οὐδὲ ἀνοῖξαι μεμυκότα λίαν τὰ ὄμματα οὐδὲ ἀνακαθῆραι [296] τὴν ἐπικειμένην αὐτοῖς ἀχλύν, ἀλλ᾽ οἷον φῶς μέγα δι᾽ ὁμίχλης οἱ ἄνθρωποι βλέποντες οὐ καθαρῶς οὐδὲ εἰλικρινῶς, αὐτὸ δὲ ἐκεῖνο νενομικότες οὐχὶ φῶς καθαρόν, ἀλλὰ πῦρ καὶ τῶν περὶ αὐτὸ πάντων ὄντες ἀθέατοι βοῶσι μέγα· Φρίττετε, φοβεῖσθε, πῦρ, φλόξ, θάνατος, μάχαιρα, ῥομφαία, πολλοῖς ὀνόμασι μίαν ἐξηγούμενοι τὴν βλαπτικὴν τοῦ πυρὸς δύναμιν. ἀλλ᾽ ὑπὲρ μὲν τούτων ἰδίᾳ βέλτιον παραστῆσαι, [B] πόσῳ φαυλότεροι τῶν παρ᾽ ἡμῖν οὗτοι γεγόνασι ποιητῶν οἱ τῶν ὑπὲρ τοῦ θεοῦ λόγων διδάσκαλοι.

(Therefore let no man deceive us with his sayings or trouble our faith in a divine providence. For as for those who make such profanation a reproach against us, I mean the prophets of the Jews, what have they to say about their own temple, which was overthrown three times and even now is not being raised up again? This I mention not as a reproach against them, for I myself, after so great a lapse of time, intended to restore it, in honour of the god whose name has been associated with it. But in the present case I have used this instance because I wish to prove that nothing made by man can be indestructible and that those prophets who wrote such statements were uttering nonsense, due to their gossiping with silly old women. In my opinion there is no reason why their god should not be a mighty god, even though he does not happen to have wise prophets or interpreters. But the real reason why they are not wise is that they have not submitted their souls to be cleansed by the regular course of study, nor have they allowed those studies to open their tightly closed eyes, and to clear away the mist that hangs over them. But since these men see as it were a great light through a fog, not plainly or clearly, and since they think that what they see is not a pure light but a fire, and they fail to discern all that surrounds it, they cry with a loud voice: “Tremble, be afraid, fire, flame, death, a dagger, a broad‐sword!” thus describing under many names the harmful might of fire. But on this subject it will be better to demonstrate separately how much inferior to our own poets are these teachers of tales about the gods.)

Προσήκει δὲ οῦ τὰ τῶν θεῶν μόνον ἀγάλματα προσκυνεῖν, ἀλλὰ καὶ τοὺς ναοὺς καὶ τὰ τεμένη καὶ τοὺς βωμούς· εὔλογον δὲ καὶ τοὺς ἱερέας τιμᾶν ὡς λειτουργοὺς θεῶν καὶ ὑπηρέτας καὶ διακονοῦντας ἡμῖν τὰ πρὸς τοὺς θεούς, συνεπισχύοντας τῇ ἐκ θεῶν [C] εἰς ἡμᾶς τῶν ἀγαθῶν δόσει· προθύουσι γὰρ πάντων καὶ ὑπερεύχονται. δίκαιον οὖν ἀποδιδόναι πᾶσιν αὐτοῖς οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον, ἢ τοῖς πολιτικοῖς ἄρχουσι τὰς τιμάς. εἰ δέ τις οἴεται τοῦτο ἐπ᾽ ἴσης χρῆναι νέμειν αὐτοῖς καὶ τοῖς πολιτικοῖς ἄρχουσιν, ἐπεὶ κἀκεῖνοι τρόπον τινὰ τοῖς θεοῖς ἱερατεύουσι, φύλακες ὄντες τῶν νόμων, ἀλλὰ τά γε τῆς εὐνοίας παρὰ πολὺ χρὴ νέμειν τούτοις. [D] οἱ μὲν γὰρ Ἀχαιοὶ καίπερ πολέμιον ὄντα τὸν ἱερέα προσέταττον αἰδεῖσθαι τῷ βασιλεῖ· ἡμεῖς δὲ οὐδὲ τοὺς φίλους αἰδούμεθα τοὺς εὐχομένους ὑπὲρ ἡμῶν καὶ θύοντας.

(It is our duty to adore not only the images of the gods, but also their temples and sacred precincts and altars. And it is reasonable to honour the priests also as officials and servants of the gods; and because they minister to us what concerns the gods, and they lend strength to the gods’ gift of good things to us; for they sacrifice and pray on behalf of all men. It is therefore right that we should pay them all not less, if not indeed more, than the honours that we pay to the magistrates of the state. And if any one thinks that we ought to assign equal honours to them and to the magistrates of the state, since the latter also are in some sort dedicated to the service of the gods, as being guardians of the laws, nevertheless we ought at any rate to give the priests a far greater share of our good will. The Achaeans, for instance, enjoined on their king(511) to reverence the priest, though he was one of the enemy, whereas we do not even reverence the priests who are our friends, and who pray and sacrifice on our behalf.)

Ἀλλ᾽ ἐπείπερ ὁ λόγος εἰς τὴν πάλαι ποθουμένην ἀρχὴν ἐλήλυθεν, ἄξιον εἶναί μοι δοκεῖ διελθεῖν ἐφεξῆς, ὁποῖός τις ὢν ὁ ἱερεὺς αὐτός τε δικαίως τιμηθήσεται καὶ τοὺς θεοὺς τιμᾶσθαι ποιήσει.(512) τὸ γὰρ ἡμέτερον οὐ χρὴ σκοπεῖν οὐδὲ ἐξετάζειν, [297] ἀλλὰ ἕως ἂν ἱερεύς τις ὀνομάζηται, τιμᾶν αὐτὸν χρὴ καὶ θεραπεύειν, εἰ δὲ εἴη πονηρός, ἀφαιρεθέντα τὴν ἱερωσύνην ὡς ἀνάξιον ἀποφανθέντα περιορᾶν· ἕως δὲ προθύει καὶ κατάρχεται καὶ παρίσταται τοῖς θεοῖς, ὡς τὸ τιμιώτατον τῶν θεῶν κτῆμα προσβλεπτέος ἐστὶν ἡμῖν μετὰ αἰδοῦς καὶ εὐλαβείας. ἄτοπον γάρ, εἰ τοὺς μὲν λίθους, ἐξ ὧν οἱ βωμοὶ πεποίηνται, διὰ τὸ καθιερῶσθαι τοῖς θεοῖς ἀγαπῶμεν,(513) ὅτι μορφὴν ἔχουσι καὶ σχῆμα πρέπον, εἰς [B] ἥν εἰσι κατεσκευασμένοι λειτουργίαν, ἄνδρα δὲ καθωσιωμένον τοῖς θεοῖς οὐκ οἰησόμεθα χρῆναι τιμᾶν. ἴσως ὑπολήψεταί τις· ἀλλὰ ἀδικοῦντα καὶ ἐξαμαρτάνοντα πολλὰ τῶν πρὸς τοὺς θεοὺς ὁσίων; ἐγὼ δή φημι χρῆναι τὸν μὲν τοιοῦτον ἐξελέγχειν, ἵνα μὴ πονηρὸς ὢν ἐνοχλῇ τοὺς θεούς, ἕως δ᾽ ἂν ἐξελέγξῃ(514) τις, μὴ ἀτιμάζειν. οὐδὲ γὰρ [C] εὔλογον ἐπιλαβομένους ταύτης τῆς ἀφορμῆς οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἐπιτηδείων τιμᾶσθαι τὴν τιμὴν προσαφαιρεῖσθαι. ἔστω τοίνυν ὥσπερ ἄρχων, οὕτω δὲ καὶ ἱερεὺς πᾶς αἰδέσιμος, ἐπειδὴ καὶ ἀπόφασίς ἐστι θεοῦ τοῦ Διδυμαίου τοιαύτη·

(But since my discourse has come back again to the beginning as I have so long wished, I think it is worth while for me to describe next in order what sort of man a priest ought to be, in order that he may justly be honoured himself and may cause the gods to be honoured. For as for us, we ought not to investigate or enquire as to his conduct, but so long as a man is called a priest we ought to honour and cherish him, but if he prove to be wicked we ought to allow his priestly office to be taken away from him, since he has shown himself unworthy of it. But so long as he sacrifices for us and makes offerings and stands in the presence of the gods, we must regard him with respect and reverence as the most highly honoured chattel(515) of the gods. For it would be absurd for us to pay respect to the very stones of which the altars are made, on account of their being dedicated to the gods, because they have a certain shape and form suited to the ritual for which they have been fashioned, and then not to think that we ought to honour a man who has been dedicated to the gods. Perhaps someone will object—“But suppose he does wrong and often fails to offer to the gods their sacred rites?” Then indeed I answer that we ought to convict a man of that sort, so that he may not by wickedness offend the gods; but that we ought not to dishonour him until he has been convicted. Nor indeed is it reasonable that when we have set our hands to this business, we should take away their honour not only from these offenders but also from those who are worthy to be honoured. Then let every priest, like every magistrate, be treated with respect, since there is also an oracle to that effect from the Didymaean god:(516))

Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο Ἀθανάτων ῥέζουσ᾽ ἀποφώλια, καὶ γεράεσσιν [D] Ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς, Οὐκέθ᾽ ὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν, Ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν, Ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν,

(“As for men who with reckless minds work wickedness against the priests of the deathless gods and plot against their privileges with plans that fear not the gods, never shall such men travel life’s path to the end, men who have sinned against the blessed gods whose honour and holy service those priests have in charge.”(517))

καὶ πάλιν ἐν ἄλλοις ὁ θεός φησι

(And again in another oracle the god says:)

Πάντας μὲν θεράποντας ἐμοὺς ὀλοῆς κακότητος—,

(“All my servants from harmful mischief——;”(518))

καί φησιν ὑπὲρ τούτων δίκην ἐπιθήσειν αὐτοῖς.

(and he says that on their behalf he will inflict punishment on the aggressors.)

Πολλῶν δὲ εἰρημένων τοιούτων παρὰ τοῦ θεοῦ, δι᾽ ὧν ἔνεστι μαθόντας ὅπως χρὴ τιμᾶν καὶ θεραπεύειν τοὺς ἱερέας, εἰρήσεταί μοι διὰ πλειόνων ἐν ἄλλοις· ἀπόχρη δὲ νῦν, ὅτι μὴ σχεδιάζω μηδέν, [B] ἐπιδεῖξαι τήν τε ἐκ τοῦ θεοῦ πρόρρησιν καὶ τὸ ἐπίταγμα τῶν αὐτοῦ λόγων ἱκανὸν ἡγούμενος. εἴ τις οὖν ἀξιόπιστον ὑπείληφεν ἐμὲ διδάσκαλον τῶν τοιούτων, αἰδεσθεὺς τὸν θεὸν ἐκείνῳ πειθέσθω καὶ τοὺς ἱερέας τῶν θεῶν τιμάτω διαφερόντως· ὁποῖον δὲ αὐτὸν εἶναι χρή, πειράσομαι νῦν εἰπεῖν, οὐχ ἕνεκα σοῦ· τοῦτο μὲν γὰρ εἰ μὴ τό νῦν ἠπιστάμην, ἅμα μὲν τοῦ καθηγεμόνος, ἅμα δὲ τῶν μεγίστων θεῶν μαρτυρούντων, ὅτι τὴν λειτουργίαν [C] ταύτην διαθήσῃ καλῶς, ὅσα γε εἰς προαίρεσιν ἥκει τὴν σήν, οὐδ᾽ ἂν ἐτόλμησά σοι μεταδοῦναι τοσούτου πράγματος· ἀλλ᾽ ὅπως ἔχῃς ἐντεῦθεν διδάσκειν τοὺς ἄλλους, οὐκ ἐν ταῖς πόλεσι μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀγροῖς εὐλογώτερον καὶ ἐπ᾽ ἐξουσίας, ὡς οὐκ οἴκοθεν αὐτὰ νοεῖς καὶ πράττεις μόνος, ἔχεις δὲ καὶ ἐμὲ σύμψηφον σεαυτῷ, δοκοῦντα γε εἶναι διὰ τοὺς θεοὺς ἀρχιερέα μέγιστον, ἄξιον μὲν οὐδαμῶς πράγματος τοσούτου, βουλόμενον δὲ εἶναι καὶ προσευχόμενον ἀεὶ τοῖς θεοῖς. [D] εὖ γὰρ ἴσθι, μεγάλας ἡμῖν οἱ θεοὶ μετὰ τὴν τελευτὴν ἐλπίδας ἐπαγγέλλονται. πειστέον δὲ αὐτοῖς πάντως. ἀψευδεῖν γὰρ εἰώθασιν οὐχ ὑπὲρ ἐκείνων μόνον, ἀλλὰ καὶ τῶν ἐν τῷ βίῳ τῷδε. οἱ δὲ διὰ περιουσίαν δυνάμεως οἷοί [299] τε ὄντες καὶ τῆς ἐν τῷ βίῳ τούτῳ περιγενέσθαι ταραχῆς καὶ τὸ ἄτακτον αὐτοῦ καὶ τὸ ἀλλόκοτον ἐπανορθοῦν ἆρ᾽ οὐκ ἐν ἐκείνῳ μᾶλλον, ὅπου διῄρηται τὰ μαχόμενα, χωρισθείσης μὲν τῆς ἀθανάτου ψυχῆς, γῆς δὲ γενομένου τοῦ νεκροῦ σώματος, ἱκανοὶ παρασχεῖν ἔσονται ταῦθ᾽ ὅσαπερ ἐπηγγείλαντο τοῖς ἀνθρώποις; εἰδότες οὖν, ὅτι μεγάλας ἔχειν ἔδοσαν οἱ θεοὶ τοῖς ἱερεῦσι τὰς ἀμοιβάς, ἐγγύους αὐτοὺς ἐν πᾶσι [B] τῆς ἀξίας τῶν θεῶν κατασκευάσωμεν, ὧν πρὸς τὰ πλήθη χρὴ λέγειν δεῖγμα τὸν ἑαυτῶν ἐκφέροντας βίον.

(Now though there are many utterances of the god to the same effect, by means of which we may learn to honour and cherish priests as we ought, I shall speak on this subject elsewhere at greater length. But for the present it is enough to point out that I am not inventing anything offhand, since I think that the declaration made by the god and the injunction expressed in his own words are sufficient. Therefore let any man who considers that as a teacher of such matters I am worthy to be believed show due respect to the god and obey him, and honour the priests of the gods above all other men. And now I will try to describe what sort of man a priest himself ought to be, though not for your especial benefit. For if I did not already know from the evidence both of the high priest and of the most mighty gods that you administer this priestly office aright—at least all matters that come under your management—I should not have ventured to confide to you a matter so important. But I do so in order that you may be able from what I say to instruct the other priests, not only in the cities but in the country districts also, more convincingly and with complete freedom; since not of your own self do you alone devise these precepts and practise them, but you have me also to give you support, who by the grace of the gods am known as sovereign pontiff, though I am indeed by no means worthy of so high an office; though I desire, and moreover constantly pray to the gods that I may be worthy. For the gods, you must know, hold out great hopes for us after death; and we must believe them absolutely. For they are always truthful, not only about the future life, but about the affairs of this life also. And since in the superabundance of their power they are able both to overcome the confusion that exists in this life and to regulate its disorders and irregularities, will they not all the more in that other life where conflicting things are reconciled, after the immortal soul has been separated from the body and the lifeless body has turned to earth, be able to bestow all those things for which they have held out hopes to mankind? Therefore since we know that the gods have granted to their priests a great recompense, let us make them responsible in all things for men’s esteem of the gods, displaying their own lives as an example of what they ought to preach to the people.)

Ἀρκτέον δὲ ἡμῖν τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας. οὕτω γὰρ ἡμᾶς πρέπει τοῖς θεοῖς λειτουργεῖν ὡς παρεστηκόσιν αὐτοῖς καὶ ὁρῶσι μὲν ἡμᾶς, οὐχ ὁρωμένοις δὲ ὑφ᾽ ἡμῶν καὶ τὸ πάσης αὐγᾶς ὄμμα κρεῖττον ἄχρι [C] τῶν ἀποκρυπτομένων ἡμῖν λογισμῶν διατετακόσιν. ὅτι δὲ οὐκ ἐμὸς ὁ λόγος οὗτος ἐστιν, ἀλλὰ τοῦ θεοῦ, διὰ πολλῶν μὲν εἰρημένος λόγων, ἐμοὶ δὲ δῆτα ἀπόχρη καὶ ἕνα παραθεμένῳ δύο δι᾽ ἑνὸς παραστῆσαι, πῶς μὲν ὁρῶσιν οἱ θεοὶ πάντα, πῶς δὲ ῍πὶ τοῖς εὐσεβέσιν εὐφραίνονται·

(The first thing we ought to preach is reverence towards the gods. For it is fitting that we should perform our service to the gods as though they were themselves present with us and beheld us, and though not seen by us could direct their gaze, which is more powerful than any light, even as far as our hidden thoughts. And this saying is not my own(519) but the god’s, and has been declared in many utterances, but for me surely it is sufficient, by bringing forth one such utterance, to illustrate two things in one, namely how the gods see all things and how they rejoice in god‐ fearing men:)

Πάντη Φοιβείη τέταται τανυσίσκοπος ἀκτίς· [D] Καί τε διὰ στερεῶν χωρεῖ θοὸν ὄμμα πετράων, Καὶ διὰ κυανέης ἁλὸς ἔρχεται, οὐδέ ἑ λήθει Πληθὺς ἀστερόεσσα παλινδίνητος ἰοῦσα Οὐρανὸν εἰς ἀκάμαντα σοφῆς κατὰ θεσμὸν ἀνάγκης, Οὐδ᾽ ὅσα νερτερίων ὑπεδέξατο φῦλα καμόντων Τάρταρος [300] ἀχλυόεντος(520) ὑπὸ ζόφον ἀίδος εἴσω· Εὐσεβέσιν δὲ βροτοῖς γάνυμαι τόσον, ὅσσον Ὀλύμπῳ.

(“On all sides extend the far‐seeing rays of Phoebus. His swift gaze pierces even through sturdy rocks, and travels through the dark blue sea, nor is he unaware of the starry multitude that passes in returning circuit through the unwearied heavens for ever by the statutes of necessity; nor of all the tribes of the dead in the underworld whom Tartarus has admitted within the misty dwelling of Hades, beneath the western darkness. And I delight in god‐fearing men as much even as in Olympus.”(521))